# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.155

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.155

δίδοσθαι, τάχα δὲ καὶ ψῦξιν ὕδατος ἀπέφθου γράφει διττήν, ἑτέραν μὲν *** ἐκ τοῦ περιέχοντος ἀέρος γινομένην. κατὰ γοῦν Ἀλεξάνδρειάν τε καὶ πᾶσαν Αἴγυπτον ἐθεασάμην ἀποψύχοντας αὐτοὺς τὸ ὕδωρ ἐν ἀγγείοις τισὶν ὀστρακίνοις τρόπῳ τοιῷδε· δύν[αν]τος ἡλίου προθερμήναντες αὐτὸ τοῖς ἀγγείοις ἐνέβαλλον, εἶτα μετέωρον ἐκρέμων † ὅλον τοῦτο τὸ ἀγγεῖον ἐν θυρίσιν ἐστραμμέναις πρὸς ἄνεμον, ὡς δι' ὅλης νυκτὸς ψύχεσθαι, κἄπειτα πρὶν ἀνατεῖλαι τὸν ἥλιον ἐπὶ γῆς ἐτίθεσαν ὕδατι ψυχρῷ κατερρασμένης <καὶ> ἐν κύκλῳ φύλλα ψυχρὰ περιετίθεσαν ὅλῳ τῷ ἀγγείῳ, ποτὲ μὲν ἀμπέλων ἢ θριδακίνης, ἔστι δ' ὅτε καὶ ἄλλων τινῶν ὁμοίων, ὡς διαμένειν ἐπὶ πλεῖστον ἣν κατὰ τὸν νυκτερινὸν ἀέρα τὸ ὕδωρ ἐπεκτήσατο ψῦξιν. ἔτι δὲ μᾶλλον ἐπὶ τὴν τοιαύτην ἤρχοντο παρασκευὴν οἱ ἄνθρωποι μὴ παρόντος αὐτοῖς ὕδατος ἀμέμπτου. λέγω δ' ἄμεμπτον τὸ μήτ' ἰλύος ἔχον τι μήτε δυσῶδες ἀποιότατόν τε γευομένοις. ἔνια γὰρ ἀτόπους ἐπιμεμειγμένας ἔχει ποιότητας ἁλῶν ἢ λίτρου ἢ θείου τε καὶ ἀσφάλτου καὶ στυπτηρίας ἑτέρων τε τοιούτων. ἐφ' ὧν |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
