# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.164

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.164

αὐτὸν λόγον ὕδατος ἀήρ. καὶ θαυμάζοιμι ἄν, εἴ τις οὐκ ἔχει τούτου πεῖραν ὁσημέραι γινομένου. τῶν γὰρ τὸν οἶνον ἐχόντων ἀγγείων ὅ τι περ ἂν ἐάσῃς ἄνευ πώματος, ὀξύνεται ῥᾳδίως, ὥσπερ γε πάλιν αὐτῶν πωμασθέντων ἧττον τοῦτο πάσχει [ἔτι δ' ἧττον] τὰ πεπληρωμένα. τὰ γὰρ ἀπόκενα, διὰ τὸ περιέχειν ἐν αὑτοῖς ἀέρα, δι' ἐκείνου μέσου θᾶττον ὑπὸ τοῦ περιεστῶτος ἔξωθεν ἀλλοιοῦται. πεπληρωμένα <δὲ> μέχρι τοῦ ψαύειν τῶν ἐπιθεμάτων δι' ἐκείνων μέσων ἴσχει τὴν ἀλλοίωσιν ἀσθενῆ τε καὶ ἀμυδρὰν εἰς τοσοῦτον, εἰς ὅσον ἥκει τὸ ἐπίθεμα πυκνότητος. εὑρήσεις γοῦν τὰ μὲν ὑπὸ πίττης ἢ γύψου στεγνωθέντα μονιμώτερα γινόμενα, τὰ δ' ὑπὸ μόνου δέρματος ἧττον, ὥσπερ καὶ τὰ τοῖς φελλοῖς πωμασθέντα, καὶ διὰ τοῦτο προϋποβάλλοντες ἢ τούτους ἢ δέρματα καταγυψοῦσί τε καὶ καταπιττοῦσι τὰ κεράμια. κατὰ τοῦτον οὖν τὸν λόγον, ὅταν ἐργάσασθαι βουληθῶμεν ὕδωρ ψυχρότατον, ἔχοντες μὲν χιόνα, προθερμήναντες αὐτὸ περιτίθεμεν ἔξωθεν ἐκείνην· ἀποροῦντες δὲ χιόνος ἐκ |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
