# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.174

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.174

μόρια διὰ τὸν ἔξωθεν ἀέρα θερμασίας τῇ κατὰ τοὺς ὕπνους ἀθροιζομένῃ. τοῦτο δ' ἀληθὲς ἐπὶ πολλῶν ἐστι φύσεων, οὐ μὴν ἐπὶ πασῶν γε. καθάπερ γάρ, ὅσοι τοῦ συμμέτρου θερμοτέραν ἔχουσι τὴν κρᾶσιν, ἄμεινον ἐμψύχειν αὐτούς, οὕτως ὅσοι ψυχροτέραν ἔχουσι τὴν κρᾶσιν ἐκθερμαίνειν. ἔνιοι δὲ οὐ μόνον ἀπὸ τῆς γεγραμμένης ῥήσεως ἐχώρισαν τὴν νῦν ἡμῖν προκειμένην, ἀλλὰ καὶ διελόντες αὐτὴν ταύτην ἰδίᾳ μὲν ἀνέγνωσαν ὕπνος ἐμψύχει, τὴν πρώτην συλλαβὴν τῆς ἐμψύχει φωνῆς διὰ τοῦ μ γράψαντες, ὡς ἓν γενέσθαι ῥῆμα τὸ ἐμψύχει, παραπλησίως εἰρημένον τῷ καταψύχει, καὶ μὴ δύο μέρη τοῦ λόγου, πρόθεσιν μὲν τὸ πρότερον, ὄνομα δὲ τὸ δεύτερον. οὗτοι δὲ τὴν ἐφεξῆς ῥῆσιν ἀναγκαίως ἑνώσαντες <ἐπὶ> τῷ τέλει τῆς προκειμένης ἀναγινώσκουσιν ὡδί πως· ἐπιβεβλημένῳ ὕπνος ἑδραῖος, ὀρθῶν νυσταγμός, ἐπιβεβλημένῳ φάσκοντες ἀντὶ τοῦ "κατακειμένῳ" λελέχθαι. τοῦτο δὲ πρὸς τῷ βιαίως μετενηνέχθαι τὴν "κατακειμένῳ" φωνὴν εἰς τὴν ἐπιβεβλημένῳ καὶ ἄλλως ἐστὶν εὐτελές τε καὶ ἄχρηστον, |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
