# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.178

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.178

ἐμφύτου θερμασίας· ὅταν δ' ἤδη πυρέττοντας ἐπὶ σηπεδόνι τοιούτων <εὕρῃ> χυμῶν, ἐμψύχει τὴν μὲν πυρετώδη θερμασίαν σβεννύς, αὐξάνων δὲ τὴν οἰκείαν. ἡνίκα δὲ πυρετοῦ χωρὶς ἢ καὶ σὺν πυρετῷ χολώδεις πλεονάζουσι χυμοί, διακρῖναι μὲν αὐτούς, εἶτ' ἐκκρῖναι δυνηθεὶς εἰς συμμετρίαν ὑγιεινῆς κράσεως ἐπανάγει τὸ σῶμα, μὴ δυνηθεὶς δὲ ταῦτα ἐργάσασθαι τὴν αὐτὴν φυλάττει κρᾶσιν. εἰ δ' ἐπὶ φλεγμονῇ σπλάγχνου πυρέττων τις ἐν ἀρχῇ τοῦ παροξυσμοῦ καθυπνώσειεν, αὐξήσας τὴν φλεγμονὴν ὁ ἄκαιρος οὗτος ὕπνος ἅμ' αὐτῇ καὶ τὸν πυρετὸν αὐξήσει κἀκ τοῦδε θερμότερον ἐργάσεται τὸ σῶμα θερμῷ παρὰ φύσιν. ἐγχωρεῖ μέντοι καθ' ἕνα χρόνον ἐνίοτε θερμότερόν τε καὶ ψυχρότερον ἅμα γίνεσθαι τὸ σῶμα διὰ τὸν ὕπνον, ἐπειδὴ τῆς κατὰ τὸ σῶμα θερμασίας διττόν ἐστι τὸ γένος, ἓν μὲν οἰκεῖόν τε καὶ σύμφυτον, ἕτερον δὲ ἀλλότριόν τε καὶ παρὰ φύσιν. ὅταν οὖν αὐτῶν τὸ μὲν αὐξήσῃ τε καὶ ῥώσῃ, τὸ δὲ καθέλῃ τε καὶ μαράνῃ, πῶς οὐκ ἄν τις εὐλόγως φαίη καθ' ἕνα χρόνον ἐξ ὕπνου θερμότερον ἅμα καὶ ψυχρότερον ἑαυτοῦ γεγο|

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
