# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.189

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.189

νεκτεῖ τοῦ λαιλαπώδους. ἕτοιμον οὖν ἤδη τοῖς ἅπαντα μεμφομένοις οὐ προσῆκον ἰατρῷ <προ>φέρειν <τὸ> τοσαύτης ἅπτεσθαι φυσιολογίας. εἰ δέ γε μηδένα λογισμὸν εἰπὼν ἀπεφηνάμην ἁπλῶς βέλτιον μὲν εἶναι τὸ ὡραῖον τοῦ λαιλαπώδους, μέσον δ' ἀμφοῖν τὸ βροντιαῖον, ἐκέλευον ἄν με προσθεῖναί τινα ἀπόδειξιν οἷς εἶπον· οὔτε γάρ τοι πιστεύειν αὐτοῖς ὡς νόμοις δίκαιον οὔτε ἀνάγκην ἔχειν ὡς τυραννικοῖς προστάγμασι πείθεσθαι. εἰ τοίνυν ἐκφεύγειν ἀδύνατόν ἐστι τὴν γλῶτταν τῶν ἀπαιδεύτων τε ἅμα καὶ πονηρῶν ἀνθρώπων, ἄμεινον δ' ἐπὶ τοῖς βελτίοσιν ὑπ' αὐτῶν ψέγεσθαι, καλῶς ἂν εἴημεν εἰρηκότες τὴν περὶ γενέσεως βροντῶν φυσιολογίαν. τὸ μὲν γὰρ ἀναπόδεικτον ἄπιστον εἶναι δοκεῖ πᾶσιν ἀνθρώποις, τὸ δὲ μὴ δεῖν ἅπτεσθαι φυσιολογίας ἰατρὸν οὐ παντάπασιν ὀρθῶς λέγεσθαι φαίνεται δείκνυσί τε τούτους ἀποφηναμένους αὑτοὺς ἡμῖν ὡς τυράννους, οἷς προστάττουσι πείθεσθαι κελεύοντας. ἄμεινον δ' ἦν ἄρα μὴ τυραννικῶς |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
