Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.190
Not analysed yet
προστάττειν, ἀλλὰ διδάσκειν ἡμᾶς ἤτοι γε ὡς χωρὶς ἀποδείξεως ὁ λόγος πιστότερός ἐστι τοῦ μετ' ἀποδείξεως ἢ ὡς οὐκ ἀληθῶς εἴρηταί τι κατὰ τὴν αἰτίας ἀπόδοσιν. οἱ δέ γε τούτων μὲν οὐδέτερον πράττουσιν, ἑκατέρως δὲ ψέγουσιν <ἡμᾶς>, εἰ μὲν δὴ μηδεμίαν ἀπόδειξιν εἴποιμεν, ὡς ἀναπόδεικτα φλυαροῦντας, εἰ δὲ προσθείημέν τινα λόγον, ὡς οὐκ εἴη πρέπον ἰατρῷ φυσιολογίας ὡς ἀληθοῦς ἅπτεσθαι. Ὕδωρ βορόν, ἀγρυπνίη βορόν. Ἀφ' ὧν πεφύκασιν ἀγρυπνία τε καὶ ὕδωρ ἐργάζεσθαι, τὴν προσηγορίαν αὐτοῖς ἔθετο, βορὸν ὀνομάσας ἑκάτερον, ἐπειδὴ βοροὺς ἡμᾶς ἐργάζεται. καλοῦσι γὰρ καὶ νῦν ἔτι συνήθως οἱ κατὰ τὴν ἡμετέραν Ἀσίαν ἅπαντες Ἕλληνες ἀνθρώπους βοροὺς τοὺς πολλὰ δυναμένους ἐσθίειν. ἐμάθετε δὲ τὰς περὶ τὴν τροφὴν ὀρέξεις ἐξ ὑδροποσίας αὐξα|