# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.191

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.191

νομένας, ᾧ λόγῳ καὶ ψυχρὸν ὕδωρ πινόντων ἢ ἔδεσμα ψυχρὸν ἢ στῦφον <προσφερομένων>. ὅσα μὲν γὰρ εἰς ὀλίγον συνάγει τὸ κατὰ τοὺς χιτῶνας τῆς κοιλίας αἷμα τὰς ὀρέξεις αὐξάνοντά τε καὶ γεννῶντα δέδεικται, τὰ δὲ θερμαίνοντα καὶ χέοντα τὸ αἷμα καθαιροῦντα καὶ παύοντα τὰς ὀρέξεις. κατὰ τοῦτ' οὖν καὶ τὸ ὕδωρ γίνεται βορόν, ἡ δὲ ἀγρυπνία τῷ διαφορεῖν. ἐμάθετε γὰρ ἤδη καὶ περὶ ταύτης, ὥσπερ γε καὶ περὶ ὕπνου. πέττει μὲν οὖν ὁ ὕπνος ὡς ἂν ἔσω ῥέποντος ἐν αὐτῷ τοῦ θερμοῦ, διαφορεῖ δ' ἡ ἀγρυπνία συνάγοντος ἑαυτῷ τοῦ συμφύτου θερμοῦ κατὰ τὴν ἐπὶ τἀκτὸς κίνησιν οὐκ ὀλίγα μόρια τῆς τοῦ σώματος οὐσίας. διὰ ταῦτα μὲν οὖν εἴρηται βορὰ τό θ' ὕδωρ καὶ ἡ ἀγρυπνία, σὺ δὲ μὴ παρακούσῃς καὶ νομίσῃς ταὐτὸν εἶναι τὸ πολλὰ προσφέρειν τῷ πέττειν τε καὶ κατεργάζεσθαι πολλά. βελτίων γὰρ ὕδατος οἶνος οὐ μόνον εἰς τὴν <κατὰ τὴν> γαστέρα πέψιν, ἀλλὰ καὶ πρὸς τὴν τῶν πεφθέντων ἀνάδοσιν αἱμάτωσίν τε καὶ θρέψιν οὔρησίν τε καὶ διαπνοὴν ἐπὶ τῶν ὑγιαινόντων |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
