# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.2

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.2

φαίνεται δὲ μᾶλλον ἐν συζυγίᾳ λελέχθαι τινὰ τῶν | ἐζευγμένων ἀλλήλοις πραγμάτων, καὶ πρώτη μὲν εἰρῆσθαι συζυγία, καθ' ἥν φησιν ἡ δέρματος ἀραιότης, ἡ κοιλίης πυκνότης. ἔνιοι γὰρ διὰ τοῦτο πυκνὴν ἔχουσι τὴν κοιλίαν, τουτέστιν ἐπεχομένην τε καὶ στεγνήν, ὅτι διὰ τοῦ δέρματος ἐκκενοῦται πολλά, καθάπερ αὖ πάλιν ἕτεροι δυσδιαφόρητοι κατὰ τὴν ἐπιφάνειαν ὄντες οὐροῦσί τε πολλὰ καὶ διαχωροῦσι κάτω. ἑτέρα δὲ πάλιν ἐφεξῆς γέγραπται συζυγία ἡ δέρματος σύνδεσις, ἡ σαρκῶν αὔξησις, ἔνθα δηλοῦται τὴν συναγωγὴν καὶ σφίγξιν τοῦ δέρματος αἰτίαν γίνεσθαι πολλάκις ἀμέτρου σαρκῶν αὐξήσεως. ἄλλη δὲ ταύτης ἐχομένη συζυγία γέγραπται κατὰ τήνδε τὴν λέξιν· ἡ κοιλίης νάρκωσις, ἡ τῶν ὅλων σύγχυσις. νάρκωσιν δ' ἀκούσωμεν τὴν περὶ τὸ πέττειν τὰς τροφὰς ἀρρωστίαν τῆς γαστρός, <ὡς> ἁπάντων δὴ ταύτην τῶν κατὰ τὸ σῶμα παθῶν αἰτίαν γίνεσθαι. τὸ δ' ἐφεξῆς εἰρημένον ἡ τῶν ἀγγείων ἀκαθαρσία δύναται μὲν καὶ ταύτῃ τῇ συζυγίᾳ συνάπτεσθαι (τὸ γὰρ μὴ καλῶς πεφθὲν ἐν τῇ γαστρὶ τῆς τῶν ἀγγείων ἀκαθαρσίας πολλάκις

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
