# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.201

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.201

ταῖς τοιαύταις φύσεσιν εἰσπνεῖταί τε καὶ πάλιν ἀντεκπνεῖται, τότε τὴν φωνὴν ἐροῦμεν γίνεσθαι μεγάλην. <ἀλλ'> ἀδιορίστως ἀποφηνάμενοι σφαλησόμεθα. δέδεικται γὰρ ἐν τοῖς Περὶ φωνῆς ὑπομνήμασιν ἀδύνατον εἶναι γίνεσθαι τὴν φωνὴν μεγάλην ἄνευ τοῦ πολὺν ἀέρα ταχέως ἐκπνεῖσθαι. γίνεται δὲ τοῦτο τῆς τραχείας ἀρτηρίας καὶ τοῦ λάρυγγος εὐρέων ὑπαρχόντων. ἐὰν δὲ καὶ ὁ θώραξ ὅλος ᾖ μέγας, οὐ μόνον μεγαλοφώνους ἐργάζεται τοὺς ἀνθρώπους, ἀλλὰ καὶ πλεῖστον φωνεῖν δυναμένους, ὥσπερ οἱ κήρυκες, ὅταν τὸν καλούμενον πόδα λέγωσιν. ἐπεὶ τοίνυν ἡ μὲν καρδία εὐρύνεταί τε καὶ αὐξάνεται κατὰ τὴν ἐν τῇ μήτρᾳ διάπλασιν εὐθέως ἐξ ἀρχῆς, ἐφ' ὧν ἐστι τὸ ἔμφυτον θερμὸν πλεῖστον, ἀνὰ λόγον δὲ ταύτῃ καὶ ὁ θώραξ ὡς τὸ πολὺ μέγας γίνεται καὶ τούτῳ πάλιν ἐξ ἀνάγκης ἕπεται τοῦ πνεύμονος μέγεθος, ᾧ πάλιν ἀκολουθεῖ τὸ τῆς τραχείας ἀρτηρίας ὡς τὸ πολύ, καὶ ταύτῃ τὸ τοῦ λάρυγγος, εἰκότως ὡς ἐπὶ τὸ πλεῖστον συμβαίνει τοὺς πολυθέρμους φύσει μεγαλοφώνους |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
