# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.209

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.209

οὐκ οἰκείαν οὐδ' ἔμφυτον ὡς ἧπάρ τε καὶ καρδία. λεπτοὶ δὲ ἐξ ἀνάγκης οὗτοι γίνονται διὰ τὴν ἔνδειαν τῶν σαρκῶν, ὧν αἱ μειώσεις τε καὶ αὐξήσεις εἰς λεπτότητα καὶ παχύτητα τὸ σύμπαν σῶμα προάγουσιν. λέγει δὲ τοὺς αὐτοὺς τούτους ἐπιφλέβους ὑπάρχειν, ὥσπερ εἰ καὶ οὕτως εἶπε· "τοῖς τοιούτοις ἐπιφανεῖς αἱ φλέβες εἰσί", τουτέστιν ἐκκείμεναι καὶ σαφεῖς ὡς ἂν αὗταί γε πλήρεις αἵματος οὖσαι καὶ γεγυμνωμέναι διὰ τὴν ἔνδειαν τῶν σκεπουσῶν αὐτὰς σαρκῶν. ἀλλὰ καὶ ὀξυθυμοτέρους αὐτοὺς εἶναί φησιν, οὐχ ἁπλῶς ὀξυθύμους ἢ ὑπερβολικῶς ὀξυθυμοτάτους, ὅπερ ἂν ἔπαθον, εἰ τὸ κατὰ τὴν καρδίαν θερμὸν ἦν πάμπολυ. τὸ δ' ἐν τῇ γαστρὶ τῇ κακώσει τοῦ στόματος αὐτῆς ὀξυθυμοτέρους ἐργάζεται. δέδεικται γὰρ ὡς καὶ τοῦτο τὸ μόριον ἑαυτῷ συνδιατίθησι τὴν ψυχήν, † ἀργαβοτέρους μὲν ἐργαζόμενον εἰς τὸ νοῆσαί τι καὶ πρᾶξαι, καθ' ὃν ἂν χρόνον ἑαυτοῦ γένηται ψυχρότερον, ἑτοιμοτέρους δὲ <νοῆσαι> καὶ ὀργιζομένους ἐπὶ μᾶλλον θερμανθέν, οὐ τῇ κατὰ φύσιν δηλονότι θερμασίᾳ, τῇ δ' ἐπικτήτῳ τε καὶ παρὰ φύσιν, περὶ ἧς ὁ λόγος ὅδε σύμπας |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
