# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.21

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.21

ἀτοπώτατον ἐν τῇ προκειμένῃ ῥήσει καὶ δὴ φράσω, πότερον ἀπέθανεν ἢ ὑγίανεν ἡ γυνή, παραλελεῖφθαι. διὸ καὶ τὸ μεταξὺ ταύτης τε καὶ τῆς μετὰ ταύτην γεγραμμένης [τὸ] "ἧσσον" ἔνιοι μὲν ταύτῃ προστιθέασιν, ἔνιοι δὲ ἐκείνης ἡγούμενον ποιοῦσιν. εἰ μὲν οὖν ἐγέγραπτο κατὰ τὴν ιδʹ ἡμέραν ἐπ' ἀγαθῷ κεκρίσθαι τὴν γυναῖκα, λόγον ἂν εἶχε μὴ προσγράφειν ταύτῃ τῇ ῥήσει τὸ "ἧσσον". εἰρηκὼς γὰρ ἐν τῇ δεκάτῃ τῶν ἡμερῶν ἱδρῶτας γεγονέναι τῇ γυναικὶ τὰ πολλὰ ἄνω, κἄπειθ' ἑξῆς ἐπιφέρων ἀτάρ τοι καὶ κάτω τεσσαρεσκαιδεκάτῃ, πῶς ἂν ἔτι προσέγραψε τὸ "ἧσσον", εἴπερ ὅλως ἐσώθη τὸ γύναιον. εὔλογον οὖν ἐστι μᾶλλον ἐκταθῆναι δι' ὅλου τοῦ σώματος <ἐν τῇ ιδ ῃ > τοὺς ἱδρῶτας, ἀγαθῆς τῆς κρίσεως γενομένης. ἐὰν δ' αὖ πάλιν ὑπόθηταί τις ἐπὶ κακῷ γεγονέναι τοὺς ἱδρῶτας, ἀποθανούσης τῆς γυναικός, τὸ "ἧσσον" εὐλόγως ἐπὶ τῇ τελευτῇ τάξει τῆς προκειμένης ῥήσεως, ἵν' ᾖ τὸ λεγόμενον· "ἵδρωσε μὲν καὶ τῇ δεκάτῃ τὰ ἄνω μᾶλλον, ἀτάρ τοι καὶ κάτω, ἵδρωσε δὲ καὶ τῇ τεσσαρεσκαιδεκάτῃ ἧσσον τὰ |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
