# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.214

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.214

βαιοτάτην ἐνδείκνυνται διάγνωσιν." ἐπὶ γοῦν τῶν λειποθυμησάντων ἢ ἄλλως ἐκλυθέντων τὴν δύναμιν οὐδὲ θεασάμενος χεῖρά τις ἢ σκέλος ἢ τοῦ προσώπου τἄλλα μόρια χωρὶς τῶν ὀφθαλμῶν ἐξευρεῖν τι δυνήσεται περὶ τῆς κατὰ δύναμιν ἀρρωστίας τε καὶ ῥώμης, ὥσπερ εἰ τοὺς ὀφθαλμοὺς θεάσαιτο· προδήλως γὰρ ἐν αὐτοῖς εὐτονία τε καὶ ἀτονία φαίνεται, τινῶν μὲν οὖν ὀξυδερκούντων ἀναπεπταμένων τῶν βλεφάρων, ἐνίων δὲ μηδὲ διοῖξαι τελέως αὐτὰ δυναμένων. καὶ ἡ χρόα δ' αὐτῶν καὶ ὁ ὄγκος ἐνδείκνυταί τι περὶ τῆς δυνάμεως. ἀρρωστούσης μὲν γὰρ αὐτῆς οἱ ὀφθαλμοὶ κοῖλοί τε καὶ αὐχμηροὶ καὶ κακόχροοι φαίνονται. ῥωσθείσης δ' εὐχροοῦσί τε καὶ εἰς ὄγκον αἴρονται καὶ στιλπνὴν ἔχουσιν ὑγρότητα. ταῦτα μὲν οὖν ἐναργῶς φαίνεται γινόμενα καὶ χωρὶς τοῦ τὴν αἰτίαν ἐπίστασθαι, δι' ἣν γίνεται. δήλη δὲ καὶ ἡ αἰτία τοῖς ἐπισταμένοις, ὁποία τίς ἐστιν ἡ φύσις τῶν ὀφθαλμῶν, ὑπὲρ ἧς ἐν ἄλλοις τε καὶ τοῖς ὀπτικοῖς λόγοις ἀπεδείξαμεν, ὡς αὐγοειδὲς πνεῦμα ψυχικὸν ἐξ ἐγκεφάλου πλεῖστον εἰς ὀφθαλμοὺς παραγίνεται. τοῦτ' |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
