# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.224

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.224

μην ἑτέρωθι. γινώσκοντας δέ μου τὴν προαίρεσιν τοὺς ἑταίρους, οἷς χαριζόμενος ἐπὶ τὴν ἐξήγησιν ἀφῖγμαι τοῦ προκειμένου γράμματος, ἀναμνήσω καὶ νῦν, ὡς ἕκαστον τῶν δογμάτων τῶν ἀποδείξεως δεομένων ἅπαξ που διελθὼν τελέως, οὐκ ἐν ἑτέρῳ βιβλίῳ γράφω, μακρολογίαν περιττὴν εἰδὼς γινομένην, εἰ περὶ τῶν αὐτῶν λέγοι τις τὰ αὐτά, καθάπερ ἔνιοι πεποιήκασι τῶν νεωτέρων ἰατρῶν οὐ δὶς μόνον ἢ τρίς, ἀλλὰ καὶ τετράκις ἢ πλεονάκις ἔτι περὶ τῶν αὐτῶν τὰ αὐτὰ γράψαντες ἐν πολλοῖς ὑπομνήμασί τε καὶ συγγράμμασιν. ἐγὼ δὲ ἅπαξ ἀποδείξας τι χρῶμαι τοῦ λοιποῦ κατὰ τὰ ἄλλα βιβλία τῷ κεφαλαίῳ μόνον ἀναμιμνῄσκων, ὡς ἀποδέδεικταί μοι κατὰ τόδε <καὶ τόδε> τὸ γράμμα. καὶ νῦν οὖν ἅπαξ ποιήσομαι τὸν περὶ τῆς φύσεως λόγον, ὅπως τέ φησιν αὐτὴν ἰατρὸν εἶναι τῶν νοσημάτων ὁ Ἱπποκράτης, ὅτι τε τὴν ἰατρικὴν τέχνην οὐδαμῶς ἀναιρεῖσθαι συμβέβηκεν ὑπὸ τοῦ δόγματος τούτου. σὺ δὲ ὁ τοῖσδε τοῖς ὑπομνήμασιν ὁμιλῶν ἤδη μοι πρόσεχε τὸν νοῦν ἀρχομένῳ τοῦ λόγου.

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
