# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.232

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.232

καὶ τοίνυν | ἐπειδὴ τὸν κατάλογον ἅπαντα τῶν πρὸς ὑγείαν τε καὶ ζωὴν ἀναγκαίων τεχνῶν τε καὶ δυνάμεων ἐν τῷδε τῷ λόγῳ προὐθέμην εἰπεῖν ἑτέρωθί γε μηδαμόθι διεληλυθώς, οὐκ ὀκνήσω καὶ τὰ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἀξιώματα προσθεῖναι. πρῶται μὲν οὖν εἰσιν αἱ τὴν ὑγιεινὴν συμμετρίαν φυλάττουσαι τῷ ζῴῳ κατὰ ποσόν τε καὶ ποιόν. ἐπειδὴ γὰρ οὐκ ἔστι μόνιμος ἡ οὐσία τοῦ σώματος ἡμῶν, οὔτε κατὰ τὸ ποσὸν οὔτε κατὰ τὸ ποιόν, ἀλλ' ἡ μὲν ποσότης μειοῦται κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοήν, ἡ δὲ ποιότης ὑπαλλάττεται τρεπομένης ἀεὶ τῆς κράσεως οὐ μόνον ἐκ τοῦ περιέχοντος, ἀλλὰ κἀξ ἡμῶν, ὡς ἐν τοῖς Ὑγιεινοῖς ἐπιδέδεικται, πρὸς μὲν τὴν τῆς ποσότητος ἐπανόρθωσιν ἡ θρεπτικὴ δύναμις ἡμῖν ἐστι, πρὸς δὲ <τὴν> τῆς ποιότητος ἥ τε ἀναπνοὴ καὶ ἡ καθ' ὅλον τὸ σῶμα διαπνοή. δεομένων δὲ ὕλης οἰκείας τῶν τρέφεσθαι μελλόντων ἑτέρα τίς ἐστιν ἡμῖν δύναμις, ἣν οὐ χεῖρον ὀνομάσαι συντόμου καὶ σαφοῦς ἕνεκα διδασκαλίας αἱματοποιητικήν· ᾗ πάλιν ἐπιτήδειος ἑτέρα δύναμίς ἐστιν, ἡ κατὰ τὴν γαστέρα πεπτική. |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
