# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.243

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.243

τούτων καὶ ἧττον θαυμαστά, τοσαύτην δ' ἔχοντα χρείαν εἰς τοὔργον, ὥστε, εἰ μὴ τὸν τρόπον τοῦτον ἅπαντα κατεσκεύαστο, μοχθηρῶς ἂν ἢ οὐδ' ὅλως ἐγίνετο τὰ περὶ τὴν τῶν οὔρων διάκρισίν τε καὶ κένωσιν. ὡσαύτως δὲ καὶ τὰ κατὰ τὴν ἄφοδον, ὅπερ ἐστὶν ἀπόκρισιν τῶν περιττῶν τῆς τροφῆς, παρεσκευασμένα τῇ φύσει κατὰ τὴν τῶν τροφίμων ὀργάνων κατασκευὴν ἐνδείκνυται τὴν εἰς τὰ ζῷα πρόνοιάν τε καὶ σοφίαν αὐτῆς, ἃ σύμπαντ' ἔχεις ἐν τοῖς Περὶ χρείας μορίων εἰρημένα. νυνὶ δ' ἀρκεῖ τῶν κεφαλαίων ἀναμιμνῄσκειν μόνον. ἔνιοι μὲν οὖν ἑκάτερον τῶν ἐν ἀρχῇ τῆς προκειμένης ῥήσεως γεγραμμένων ἀναγνόντες αὐτὸ καθ' ἑαυτὸ μόνον οὔρων αὐτὸν ἐνταῦθα καὶ ἀποπατημάτων μνημονεύειν φασίν. ἔνιοι δὲ συνάψαντες ἀμφότερα τὴν ἄφοδον τῶν οὔρων, ὅπερ ἐστὶ τὴν κένωσιν, ἐκ τῆς λέξεως δηλοῦσθαί φασιν, ὡς εἰ καὶ "οὔρου ἔκκρισιν" εἶπεν. οὗτοι τοίνυν ἐν ἀρχῇ τῆς ῥήσεως ἔγραψαν "κόπρου καὶ οὔρου ἄφοδος", ὡς <εἰ> καὶ οὕτως εἴρητο· "κόπρου καὶ οὔρου κένωσις".

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
