# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.247

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.247

ἔκ τε τῆς ἀναθυμιάσεως τοῦ αἵματος καὶ τοῦ κατὰ τὴν εἰσπνοὴν <ἀέρος> ἑλκομένου διὰ τῆς τραχείας ἀρτηρίας εἴσω τοῦ σώματος. οὐκ ἄδηλον δ' ἐστὶ καὶ ὡς οὐδὲν ὧν εἶπον ἀποφήνασθαι δυνατὸν ἡμῖν ἐστι διατεινομένοις, ὡς ἀληθὲς εἴη, μὴ πρότερον οὐσίαν ψυχῆς ἀκριβῶς ἐξευροῦσιν. εἰ μὲν οὖν, ὥσπερ ἐν τῷ Περὶ ἑβδομάδων ὁ γράψας τὸ βιβλίον ἐκεῖνο σαφῶς ἀπεφήνατο περὶ ψυχῆς οὐσίας, οὕτως καὶ κατ' ἄλλο τι τῶν ὁμολογουμένων γνησίων Ἱπποκράτους συγγραμμάτων ἦν εἰρημένον, εἶχον ἄν τι κἀγὼ λέγειν περὶ τοῦ φύεται ῥήματος. ἐπεὶ δ' οὐδαμόθι τῶν γνησίων βιβλίων Ἱπποκράτης ἀπεφήνατο σαφῶς ***, ὅ τί ποτε σημαίνει τὸ φύεται ῥῆμα. πρὸς δὲ τῷ τοῦτ' ἀγνοεῖν οὐδ' αὐτὸς ἐμαυτὸν πέπεικα ψυχῆς οὐσίαν ἐπίστασθαι βεβαίως. ὅτι μὲν γὰρ ὁ ἐγκέφαλος αἰσθήσεώς τε καὶ κινήσεως τῆς καθ' ὁρμὴν ἡγεμών ἐστι τοῖς τοῦ ζῴου μορίοις ἅπασιν, ἐν τοῖς Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἀποδέδειγμαι. πέπεισμαι <δὲ> καὶ πρός γε τούτῳ τὸ κατὰ τὰς κοιλίας αὐτοῦ |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
