# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.252

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.252

ἂν εἴη τὸ εἰρημένον, οὐκ ἀληθὲς δὲ ἐπὶ τῆς διανοητικῆς | ψυχῆς. ὅτι μέντοι τὸ ἔμφυτον θερμόν, ᾧ μάλιστα ἀναφέρει τὰ σωματικὰ τῶν ἔργων ὁ Ἱπποκράτης, ἐκπυρωθὲν οὐ μόνον οὐκέτι δύναται τὰς ἔμπροσθεν ἐνεργείας ἐπιτελεῖν οὐδὲ τρέφειν ἡμᾶς, ὅπερ ἦν ἔργον αὐτῷ κυριώτατον, ἀλλὰ διαφθείρει τε καὶ τήκει καθάπερ τὸ πῦρ, εὔδηλόν ἐστι τῷ λόγῳ σκοπουμένοις ἡμῖν καὶ τὰς <γινομένας> ὑπὸ τῶν διακαῶν πυρετῶν συντήξεις τοῦ σώματος ἐναργῶς ὁρῶσι. παραλελειμμένης δὲ κατὰ τὸν εἰρημένον λόγον ἅπαντα τῆς τρίτης ψυχῆς ἢ δυνάμεως ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν αὐτήν, ἣν ὁ Πλάτων ἐκάλει θυμοειδῆ, καὶ περὶ ταύτης ἄμεινόν ἐστιν εἰπεῖν ἕνεκα τοῦ μηδὲν ἔτι ὑπολείπεσθαι κατὰ τὸν περὶ ψυχῆς λόγον. θερμασία μέν τις ἔμφυτος ἐν ἥπατι περιέχεται, καθ' ἣν αἷμα γεννᾶται· θερμασία δὲ ἑτέρα πλείων ἐστὶ κατὰ τὴν καρδίαν εἰς θυμοῦ γένεσιν ἡμῖν δοθεῖσα. καὶ γὰρ <εἰ> χρεία τούτου τίς ἐστιν, ὡς ἐν τοῖς Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπιδέδεικται, δεῖται μὲν αὕτη ἡ θερμασία τῆς ἀναπνοῆς, ἡ δ' ἑτέρα τῆς διαπνοῆς. οὕτω γὰρ ὀνομάζειν ἔθος ἐστὶ τοῖς ἰατροῖς τὴν διὰ τῶν ἀρτηριῶν |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
