Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.253
Not analysed yet
γινομένην καθ' ὅλον τὸ σῶμα διττὴν ἐνέργειαν, ἐκπεμπουσῶν αἰθαλῶδες περίττωμα κατὰ τὴν συστολὴν, ἑλκουσῶν δὲ τὸν πέριξ ἀέρα κατὰ τὴν διαστολήν. Νοῦσοι ξύντροφοι ἐν γήραϊ λείπουσι καὶ διὰ πεπασμὸν καὶ λύσιν καὶ ἀραίωσιν. Οὐ περὶ πασῶν ὁ λόγος αὐτοῦ νῦν τῶν συντρόφων νόσων (ὀνομάζουσι δ' οὕτως τὰς ἐκ πολλοῦ χρόνου κατὰ τὸ σῶμα τῶν ἀνθρώπων διαμενούσας)· οὔτε γὰρ φαίνεται τοῦτο γινόμενον οὔτε αὐτὸς ἀγνοεῖ σαφῶς ἐν Ἀφορισμοῖς εἰπών· "οἱ πρεσβῦται τῶν νέων τὰ μὲν πλεῖστα νοσέουσιν ἧσσον· ὅσα δὲ αὐτοῖς χρόνια νοσήματα γίνεται, τὰ πολλὰ συναποθνῄσκει." προσθεὶς δ' ἐν αὐτῷ τῷ λόγῳ τὸ "τὰ πολλὰ" καὶ μὴ καθόλου ποιησάμενος τὴν ἀπόφασιν, ὡς ὅσα χρόνια νοσήματα γίνεται [τὰ πολλὰ] συναποθνῄσκει, δῆλός ἐστιν |