# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.267

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.267

ὠνόμασεν, ἀλλὰ καὶ πᾶν ἄλλο φάρ|μακον ὑγρὸν ἐγχέοντες. ἔστω δὲ δηλονότι τὸ φάρμακον ἐν ὠτε<γ>χύτῃ θερμαινόμενον ὑπὸ λυχνιαίας φλογὸς ἢ ὑπὸ τοῦ καλουμένου κηρίωνος. <χρὴ> δ' ἐγχεῖν οὐχ ἅπαξ ἢ δίς, ἀλλὰ πολλάκις, ὡς ἀπορρεῖν τι πρὸς τὴν ἐκτὸς χώραν τοῦ πόρου τοῦ ἀκουστικοῦ. τὸ δ' ἀπορρέον τοῦτο νῦν ἡμεῖς <οὐχ> ἁπλῶς ἔριον ὑποτιθέντες δεχόμεθα. κελεύει δ' ὁ Ἱπποκράτης ἐπὶ τῷ θέναρι τῆς χειρὸς ἡμῶν ἐπικεῖσθαι τοῦτο, τῆς ἀριστερᾶς χειρὸς δηλονότι, τὸ ἀπορρέον ἐκ τοῦ ὠτὸς ὑγρὸν ἀποδεχόμενον, ᾧ καὶ δῆλον ὡς οὐχ ἅπαξ ἢ δίς, ἀλλὰ καὶ πλεονάκις ἐγχεῖν κελεύει. τούτοις δ' ἐφεξῆς, εἰ μὲν ἁπλῶς ἦν γεγραμμένον· ἔπειτα ἐπὶ πῦρ ἐπιβάλλειν, εὐλόγως ἂν ἔφαμεν ἐξηγεῖσθαι τοὺς εἰπόντας ἕνεκεν <αὐ>τοῦ τοῦ κατὰ τοῦ πυρὸς ἐπιβάλλειν ἀξιοῦν αὐτόν, ὡς δοκιμάσαι διὰ τῆς ὀδμῆς ὁποῖόν ἐστιν. αὐτὸς γὰρ οὕτω καὶ τὸ μετὰ βηχὸς ἀναπτυόμενον ἐκ πνεύμονος ἐδοκίμαζεν. ἐπεὶ δὲ πρόσκειται κατὰ τὸν λόγον ὡς δοκέῃ τί οἱ ἐξιέναι καὶ φαίνεται τὸ δοκέῃ συμφωνεῖν τῷ κατὰ τὸ τέλος εἰρημένῳ τῆς ῥήσεως ὅλης τῷ ἀπάτῃ, διὰ τοῦτο ἀποστάντες οἱ δοκιμώτεροι |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
