# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.28

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.28

δ' | ἔμπαλιν τοῖσδε τὴν γραφὴν τῆς λέξεως ἐποιήσαντο τοιάνδε· "εἰσὶν οἷσιν, ὅταν ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστήρ." οἱ μὲν περὶ τὸν Σαβῖνον οὐκ ἀλόγως φασὶ τοῖς ἀφροδισιάζειν ἀρχομένοις τοῦτο συμβαίνειν· πρῶτον μὲν ὅτι μέγας ὁ ξενισμὸς γίνεται περὶ τὸ σῶμα (γράφουσι γὰρ οὕτως αὐτοί), δι' ὃν ξενισμόν φασιν ἐπιληψίαν τε καὶ νεφρίτιδας αὐτοῖς ἕτερά τε χρόνια γίνεσθαι· ἔπειτα δὲ καὶ ὅτι Δημόκριτος εἶπεν "ἄνθρωπον ἐξ ἀνθρώπου ἐν ταῖς συνουσίαις ἐκθόρνυσθαι". καὶ μέντοι καὶ διότι φασὶ πολὺν ὀδαξησμὸν διὰ τὴν ἀήθειαν τοῦ θοροῦ καὶ τὴν δριμύτητα πάσχουσι, καὶ κοινοῦ γε, ὡς λέγουσιν, ὄντος τοῦ λόγου θηλειῶν τε καὶ ἀρρένων, ἐπὶ θηλειῶν φασι σαφῆ τὴν αἰτίαν εἶναι· τῇ γὰρ ὑστέρᾳ τὸ μὲν ἔντερον ὑπεστόρεσται, ἡ κύστις δ' ἐπίκειται· εἰκὸς οὖν ἐντεινομένην αὐτὴν καὶ σφριγῶσαν ἐπέχειν τὴν ἀμφοτέρων ἀπόκρισιν· ἐναπολαμβανομένης οὖν τῆς φύσης συνεχῶς ἐμπνευματοῦσθαι καὶ τοῦ οὔρου δὲ κατεχομένου τὸ ἐπιγάστριον οἰδεῖν. ταῦτα μὲν οὖν οἱ περὶ τὸν Σαβῖνον λέγουσιν, ἀπιθάνους αἰτίας ἀποδιδόντες τῶν μὴ γινομένων. |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
