Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.296
Not analysed yet
ἐντέρων δυνάμεως ἀρρωστία καὶ προσέτι ῥώμη τῆς καθεκτικῆς κἀ<κείνης>, καθ' ἣν ἀναδίδοται τὰ τῆς γαστρὸς εἰς ἧπαρ, ἔτι τε πρὸς τούτοις ἡ δυσαισθησία τῶν ἐντέρων καὶ τὸ τῆς τροφῆς ἄδηκτον. εἰ δέ τις οἰήσεται παραλελεῖφθαι τὰ στύφοντα βρώματά τε καὶ πόματα κακῶς ὑπολήψεται. περιέχεται γὰρ ἐν τοῖς ῥώμην ἐργαζομένοις τῆς καθεκτικῆς δυνάμεως. Ἐλλέβορον πιόντα θᾶσσον καθαίρειν ἢν ἐθέλῃς, λούειν ἢ φαγεῖν. Ὁ μὲν καθόλου τε καὶ κοινὸς λόγος ἁπάσης καθάρσεως κατὰ τόνδε τὸν Ἀφορισμὸν εἴρηται· "τὰ σώματα ὅκου τις βούλεται καθαίρεσθαι, εὔροα ποιέειν", ἐνταυθοῖ δ' ἐφ' ἑνὸς τῶν καθαιρόντων τοῦ σφοδροτάτου παρασκευῆς μιᾶς εἰς εὔροιαν ἐμνημόνευσε τῆς ἐκ τοῦ λουτροῦ, χέοντος μὲν τοὺς |