# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.297

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.297

χυμούς, χαλῶντος δ' εἴ πού τι συντέταται καὶ κατεσκλήρυνται τὸ σῶμα. λούειν οὖν συμφέρει τοὺς ἐλλεβοριζομένους, οὔτε πρὸ πολλοῦ τοῦ λαβεῖν τὸν ἐλλέβορον οὔτε μετὰ πολὺν χρόνον, ἀλλὰ μάλιστα μὲν πρὶν λαμβάνειν. ἐγχωρεῖ δὲ καὶ μετὰ τὸ λαβεῖν εὐθέως. εἰ δὲ τῆς καθάρσεως ἤτοι γε ἀρχομένης ἢ ὅσον οὔπω μελλούσης ἄρχεσθαι λούοις τὸν ἄνθρωπον, ἀντισπάσεις τὴν ἔσω ῥοπὴν τῶν ὑπὸ τοῦ καθαίροντος φαρμάκου χυμῶν ἑλκομένων. ὥσπερ οὖν ἐφ' ὧν παχὺ τὸ αἷμα λούοντας ἡμᾶς ἐκέλευσε φλεβοτομεῖν, οὕτως, ἐφ' ὧν μέλλομεν καθαίρειν, χρῆσθαι λουτροῖς πρὸς τὸ θᾶττον ἅμα καὶ ἀλυπότερον καθαρθῆναι. αὐτὸς δ' ἐνταῦθα μόνου τοῦ θᾶττον ἐμνημόνευσεν. ἄμεινον δὲ δὴ οὐ μόνον ἐν αὐτῇ τῇ ἡμέρᾳ, καθ' ἣν λαμβάνει ὁ ἄνθρωπος τὸ φάρμακον, λούειν αὐτόν, ἀλλὰ κἀν ταῖς ἔμπροσθεν ἡνίκα παρεσκευάζετο πρὸς τὴν κάθαρσιν. αὐτὸς γὰρ ὁ Ἱπποκράτης καὶ τοῦτο κατὰ τοὺς Ἀφορισμοὺς ἐκέλευσεν, ἡνίκα ἔγραψε "πρὸς τοὺς ἐλλεβόρους τοῖς μὴ ῥᾳδίως καθαιρομένοις προϋγραίνειν χρὴ τὸ σῶμα πρότερον τροφῇ καὶ ἀναπαύσει." εἰ δὲ ἀναπαύσει |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
