# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.314

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.314

τῆς | ῥήσεως ἐξήγησιν. ἐπὶ δὲ τὸ δεύτερον αὐτῆς ἤδη μετέλθωμεν, ἐν ᾧ τὸ δῆλον ἡ αἴσθησις, ὡς οὐ κατὰ συνήθειαν οὔθ' Ἱπποκράτους οὔτε καθόλως Ἑλληνικῶς ἑρμηνευόμενον. ἐπηνορθώσαντο δέ τινες, οἱ μὲν κατὰ δοτικὴν πτῶσιν "αἰσθήσει" γράψαντες, ἵν' ᾖ τὸ λεγόμενον ὑπ' αὐτοῦ τοιόνδε· "δῆλόν ἐστι τῇ αἰσθήσει, ὡς ἔκπνουν καὶ εἴσπνουν εἴη τὸ σῶμα τῷ ζῴῳ ὅλον", ἐπενηνέχθαι δὲ <δεῖ> τούτοις τὸ σάρκες ὁλκοὶ ἐκ κοιλίης καὶ ἔξωθεν ὑπὸ τῆς αἰσθήσεως μαρτυρούμενον, ὅπερ ταὐτόν ἐστιν τῷ λέγειν "ὑπὸ τῶν ἐναργῶς φαινομένων ἡμῖν διὰ τῶν αἰσθήσεων". *** ἰδιωτῶν γε μὴν ἐνίων ἤκουσα θαυμαζόντων τὸ συμβὰν αὐτοῖς ἐπὶ τοῖς τῶν ποτίμων ὑδάτων λουτροῖς. ἔμπροσθεν γὰρ ἐξ ἡλίου θερμοῦ καὶ ὁδοιπορίας ἥκοντες αὐχμηρόν τε τὸ σῶμα καὶ τὸ στόμα ξηρότατον ἔφασαν ἔχειν ἀμηχάνῳ τε δίψει συνέχεσθαι, μετὰ δὲ τὸ λουτρὸν ἄδιψοί τε γενέσθαι καὶ τὸ στόμα σχεῖν ὑγρόν. ὁμοίως δ' αὐτῷ καὶ τὸ σύμπαν σῶμα μαλακόν τε καὶ ὑγρὸν ἀπεργασθῆναι, τὸν ἔμπροσθεν αὐχμὸν ἀποθέμενον. ἔνιοι δὲ καὶ σαφῶς ᾐσθῆσθαι τοῦ σώματος ἔφασκον ἕλκοντος εἰς |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
