# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.32

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.32

κέναι. [οὐκ] ἔστι δ' ἀπίθανον ἐρυσίπελας ἢ φλεγμονὴν ἢ σκίρρον ἤ τι τῶν τοιούτων <αὐτῷ> γενέσθαι περὶ τὸν τῶν ἀφροδισίων καιρὸν ἢ σμικρὸν ὕστερον, αὖθίς τε μετ' οὐ πολὺ καθίστασθαι τοῦτο. τοῖς δ' ἐξηγηταῖς ὅλον τοῦτο παραλέλειπται τὸ σκέμμα. τοῦ μέντοι Ἀρκεσιλάου τούτου καὶ καθ' ἕτερον τόπον τοῦ βιβλίου μέμνηται ὁ Ἱπποκράτης, ἔνθα φησίν· "ἐν τῇσι προσόδοισιν <ἔστιν> οἳ <ἀπο-> ψοφοῦσιν, ὡς Ἀρκεσίλαος." εὔδηλον οὖν ὅτι τοῖς τοιούτοις φύσης ἐστὶν ἡ γαστὴρ μεστὴ καὶ ταύτην ὑπὸ τῆς γινομένης συντονίας ἐν τοῖς ἀφροδισίοις ἐκκρίνεσθαι συμβαίνει. Διοσκουρίδης δὲ οὕτως ἔγραψε τὴν ῥῆσιν· "Ἀρκεσιλάῳ δὲ κακὸν ὤδει τὸ φυσῶδες", ἀντὶ τοῦ "κακὸν ὤζετο τὸ φυσῶδες", ὡδὶ γεγράφθαι βουλόμενος, οἱ δ' ἄλλοι πάντες ἀρχὴν τῆς δευτέρας ῥήσεως ἐποιήσαντο "τὸ φυσῶδες", ὡς ἐφεξῆς γέγραπται. Τὸ φυσῶδες συναίτιον [ἐν] τοῖσι πιτυρώδεσι. καὶ γάρ εἰσι φυσώδεις. |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
