# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.329

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.329

μεταγράψαντες. ὅπως | οὖν μὴ γράφοιμι πολλά, παραλιπὼν αὐτούς, ἃ δοκεῖ μοι πιθανώτατα εἶναι, ταῦτα ἐρῶ μόνα. τῶν τοίνυν φαρμάκων ὅσα πραΰνειν τὰς ὀδύνας πέφυκεν, ὥσπερ ἄλλο πρὸς ἄλλην διάθεσιν, οὕτω καὶ πρὸς μόριον ἄλλο δύναμιν <ἄλλην ἔχει>. μακροτέρου δ' ὄντος ἢ καθ' ὑπόμνημα τοῦ λόγου, διὰ παραδειγμάτων ὀλίγων αὐτὸν ἐπιδραμεῖν ἔγνωκα. τοῦ μὲν οὖν τὰς ὀδυνηρὰς διαθέσεις μὴ πάσας δεῖσθαι τῶν αὐτῶν φαρμάκων ἔστω σοι παράδειγμα τόδε· δακνωδῶν ὑγρῶν ἐν μὲν τοῖς ἐντέροις περιεχομένων τὰ περικλύζοντα πρότερον ἐνιέντες, ὧν ἐστι καὶ μελίκρατον καὶ πτισάνης χυλός, ὅταν ἐκκριθῇ ταῦτα, τὰ πραΰνοντα τὰς δήξεις ἐπενίεμεν, ὅσα τε ἐμπλάττεσθαι καὶ περιπλάττεσθαι δύναται τῇ τῶν ἐντέρων <ἐπιπολῇ> *** προσπίπτειν τοὺς καταφερομένους ἄνωθεν εἰς αὐτὰ δάκνοντας χυμοὺς ἐδέσματά τε δίδομεν αὐτοῖς εὔχυμά τε καὶ ὅσα δύσφθαρτα. κατὰ δὲ τὴν ἄνω κοιλίαν καὶ μάλιστ' αὐτῆς κατὰ τὸ στόμα τοιούτων περιεχομένων χυμῶν ἐμεῖν μὲν πρῶτον αὐτοὺς κελεύομεν. εἰ δὲ δυσεμεῖς εἶεν, ἔλαιον ἢ ὑδρέλαιον ἤ τι τοιοῦτον καταρροφῆ|

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
