Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.330
Not analysed yet
σαι δίδομεν, ἐφ' ᾧ τῶν ἐμέτων γενομένων ἔξωθεν μὲν ἐπιτίθεμεν τῶν στυφόντων τι καὶ δυσωδῶν, ἔνδοθεν <δὲ δίδομεν> τροφὰς εὐχύμους τε ἅμα καὶ δυσφθάρτους καί τι καὶ στῦφον ἐχούσας. τοῖς δ' ὀφθαλμοῖς τοιούτων ***ἐν ὅλῳ τῷ σώματι προκαθαίρομεν. εἰ δ' αἵματος πλῆθος, ἐπὶ τὴν ἐν ἀγκῶνι φλέβα τὴν ἔξωθεν ἣν ὠμιαίαν καλοῦσιν ἥκομεν, εἶθ' ἑξῆς φαρμάκῳ χρώμεθα τῶν ἁπαλωτάτων τέ τινι καὶ ἀδηκτοτάτων, ἐφ' ᾧ νηστεύσαντα δι' ὅλης τῆς ἡμέρας εἰς ἑσπέραν ἐπὶ λουτρὸν ἄγομεν. εἰ δὲ μήτε καθάρσεως δέοιτο μήτε φλεβοτομίας, τοῖς τ' εἰρημένοις φαρμάκοις καὶ τῷ λουτρῷ μετ' αὐτά, καθάπερ ἴστε, τὰς τοιαύτας ὀδύνας ἐξιώμεθα, μήτε ταῖς κατὰ γαστέρα δήξεσι τῶν κολλυρίων ἐνιέντες τι, μήτε τοῖς ὀφθαλμοῖς τράγου χυλὸν ἢ στέαρ αἰγὸς ἢ κηρωτὴν ἄδηκτον ἤ τι τῶν ἄλλων ὅσα διὰ τῆς ἕδρας ἐνίεμεν. ἀρκέσει <δὲ καὶ> ταῦθ' ὡς ἐπὶ παραδείγματος εἰρῆσθαι πρὸς