# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.331

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.331

ἔνδειξιν τοῦ τὴν αὐτὴν διάθεσιν οὐ τῶν αὐτῶν δεῖ|σθαι βοηθημάτων, ὅταν ἐν διαφέρουσι γένηται μορίοις. ἐπιδεῖξαι γὰρ πρόκειται, κατὰ τίνα διάνοιαν ὁ Ἱπποκράτης εἶπε φυτῶν χυμοὶ ἐφ' ὧν δύναμιν ἔχουσι. τὸ γὰρ ἐφ' ὧν ἤτοι μορίων ἢ διαθέσεων ἢ τρόπων χρήσεως ἀναγκαῖόν ἐστιν ἀκοῦσαι. λέγω δὲ τρόπους χρήσεως, ὅταν ἤτοι τὴν αἰτίαν αὐτήν τις ἐκκόπτῃ, δι' ἣν ὀδυνᾶται τὸ πεπονθὸς μόριον, ἤ τις τὸ γεννώμενον ἐξ αὐτῆς φυσῶδες πνεῦμα διαφορῇ. καὶ τοῦτ' αὐτὸ ποιεῖ διττῶς, ἢ λεπτύνων αὐτοῦ τὸ παχὺ καὶ φυσῶδες ἢ ἀραιῶν τὸ περιέχον αὐτὸ σῶμα. καὶ μέντοι καὶ περὶ ταῦτα τρόπος ἕτερός ἐστιν ἀνωδυνίας ποιητικὸς ἐκ τοῦ ναρκοῦσθαι τὴν αἴσθησιν γινόμενος, ἐφ' οὗ καὶ συνέσεώς ἐστιν οὐ τῆς τυχούσης μεῖξαι τῷ ναρκωτικῷ τἄλλα καὶ μὴ μόνῳ χρήσασθαι. τίς γὰρ οὐκ οἶδεν, ὡς ἐν τῷ Φιλωνείῳ φαρμάκῳ τὴν μὲν τῆς ὀδύνης παῦλαν ἡ τῆς αἰσθήσεως νάρκη ποιεῖ, τὰ δὲ ἐργαζόμενα ταύτην ἐστὶν ὅ τε τοῦ μήκωνος ὀπὸς καὶ τὸ τοῦ ὑοσκυάμου σπέρμα, ταῦτα δ' εἰ μόνα προσενεχθείη, παντάπασιν μὲν ὀλίγα δοθέντα τὴν ὀδύνην οὐ δυνήσεται παύειν, εἰ δ' ἐν ᾧ μέτρῳ λη|

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
