# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.332

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.332

φθέντα παῦσαι δύναται, τοῦτ' ἔχοι τὸ μέτρον, οὐ σμικρὰν βλάβην ἐργάζεται κατὰ τὸ πάσχον μόριον; ἵν' οὖν μήτε μεγάλως αὐτὸ βλάψῃ καὶ ναρκώσῃ τὴν αἴσθησιν, ἡ τῶν ἄλλων φαρμάκων μῖξις εὑρέθη τῷ Φίλωνι. τίς δ' ἐστὶν ἡ μέθοδος, ᾗ χρώμενος ἄν τις ἐπὶ τὴν τοιαύτην ἥκοι κατασκευὴν τῶν φαρμάκων, ἐν τοῖς Περὶ συνθέσεως αὐτῶν εἴρηται. περὶ μὲν δὴ τούτων ἱκανὰ καὶ ταῦτα, θεασώμεθα δὲ περὶ τῶν ἐφεξῆς εἰρημένων, ὧν ἡγεῖται πρῶτος γεγραμμένος ὁ κυκεών. ὅτι μὲν οὖν <ἄκρατος> οἶνος ὀδύνας ὀφθαλμῶν ὅσαι δι' ἔμφραξιν γίνονται παύει, διὰ τῶν εἰς τοὺς Ἀφορισμοὺς ὑπομνημάτων ἐμάθετε. νῦν δὲ καὶ περὶ τῶν ἄλλων, ὅσαι κατὰ τὸν αὐτὸν λόγον γίνονται ποτὲ μὲν διὰ πάχος αἵματος, ποτὲ δὲ διὰ ψῦξιν, ἀναμνήσθητε πολλάκις ἑωρακότες ἐπί τε τῶν κατὰ κοιλίαν ὀδυνῶν ἐπί τε τῆς καλουμένης ἡμικραίρας οἶνον ἀκρατέστερον αὐτίκα μὲν ὠφελήσαντα σαφῶς, ὕπνου δὲ ἐπιγενομένου τελέως παύσαντα· τεθέασθε <δέ> με διδόντα τὸν οἶνον οὐκ εὐθέως νήστει, ἀλλ' ἐπὶ τροφῇ. νῦν |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
