# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.338

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.338

Ἄνθρωπος, ἐκ κόπων ἐξ ὁδοῦ ἀδυναμίη <καὶ> βάρος, ἀνέπτυεν· ἔβηξε γὰρ ἐκ κορυφῆς· πυρετὸς ὀξὺς πρὸς χεῖρα ὑποδάκνων· δευτεραίῳ δὲ καρηβαρίη, γλῶσσα ἐπεκαύθη, ῥὶς ὀνυχογραφηθεῖσα, οὐχ ᾑμορράγησεν, ἀριστερὸς σπλὴν μέγας καὶ σκληρός, ὠδυνᾶτο. Τὰ μὲν γενόμενα τῷ κάμνοντι διηγ<ήσατο>, εἴτε δ' <ὁ> ἄνθρωπος ἀπέθανεν εἴτ' ἐσώθη παρέλιπεν, οὗ χάριν ἅπαντα γράφεται τἄλλα. τί ἂν οὖν ἐγὼ περὶ τοῦ νοσοῦντος οὕτως ἔσεσθαι προεῖπον ἴσως ἀκοῦσαι ποθεῖ τις, ᾧ τἀληθῆ ῥητέον ἐστίν. ὡς εἴ μοί τις ἔδειξεν αὐτοῦ τὰ οὖρα, σαφῶς ἂν ἀπεφηνάμην, ὁποῖόν τι φρονῶ περὶ τοῦ κάμνοντος· ὅσον μὲν γὰρ ἐπὶ τοῖς εἰρημένοις, ὀλεθρίως εἶχεν. εἰ δὲ ἦν καὶ τὰ οὖρα ἄριστα, σωθήσεσθαι μέν, ὀξέως <δὲ> νοσήσειν τὸν ἄνθρωπον ἀπεφηνάμην ἄν· εἰ δὲ ἦν καὶ τὰ οὖρα μοχθηρά, διὰ ταχέων τεθνήξεσθαι· <εἰ>

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
