# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.342

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.342

κοιλίαις τοῦ ἐγκεφάλου, καταλαμβάνων δὲ καὶ τὰς ἐκφύσεις καὶ μάλιστα τὴν πρώτην ἀρχὴν τοῦ νωτιαίου. τοῦτον οὖν τὸν χυμὸν καὶ οἱ ἄλλοι μὲν ὀνινᾶσι πυρετοί, μάλιστα δὲ οἱ χρόνιοι καὶ τούτων πάντων ὁ τεταρταῖος μάλιστα, καὶ αὐτοῦ τούτου πάλιν ὁ χρονιώτατός τε καὶ μετὰ ῥίγους παροξυνόμενος. αὐτὸ μὲν γὰρ τὸ ῥῖγος *** † μοχλεῖς *** τοῦ ἐγκεφάλου μὲν τὴν ἀρχὴν † τούτων ἐμφράττοντος χυμοῦ, ἡ δὲ τοῦ πυρετοῦ θερμασία [οὖσαν ἔμπροσθεν] καὶ διαφορεῖν αὐτόν ἐστιν ἱκανὴ καὶ πρὸς τούτῳ τὴν κρᾶσιν ὅλην <τοῦ ἐγκεφάλου> [σφοδροῖς ῥίγεσι] <μετα>βάλλειν τε καὶ ἀλλοιοῦν ἐπὶ τὸ θερμότερον <οὖσαν ἔμπροσθεν> ὑγρὰν καὶ ψυχράν. [ἐνίοτε δὲ καὶ δ'] ἐπὶ ταύτῃ γὰρ ὁ φλεγματώδης γεννᾶται χυμός. ἀλλὰ καὶ τοῖς <σφοδροῖς ῥίγεσι τῶν κατὰ> τὸ σῶμα περιττωμάτων ἐκκρίσεις ἕπονται διὰ μὲν τῶν ἱδρώτων ὡς ἐπὶ τὸ πλεῖστον, [σπασμοὺς] <ἐνίοτε δὲ καὶ δι'> [ἢ] ἐμέτων ἢ γαστρὸς ἐπαγωγῆς, ὥστε καὶ διὰ τούτων ἐκκαθαίρεται, ὥσπερ κἀν τοῖς Ἀφορισμοῖς ἔφη πυρετὸν ἐπὶ σπασμῷ βέλτιον γενέσθαι ἢ σπασμὸν ἐπὶ πυρετῷ. σπασμὸς δ' ἐστὶ καὶ ἡ ἐπιληψία τοῦ παντὸς σώ- |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
