# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.43

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.43

τῇ κύστει λίθον. διὰ τοῦτο μὲν οὖν εἰκότως ἀπορεῖ· τὸ δ' ἀληθές ἐστι λίθους τοῖς παιδίοις ἐν τῇ κύστει <γίγνεσθαι> διὰ τὸ πάχος τῶν οὔρων. ὅτι μὲν οὖν οὐρεῖται παχύτατα τοῖς παιδίοις οὖρα καὶ τοῖς πρὸ ἡμῶν ἅπασιν ἰατροῖς ὡμολόγηται. διὰ τί δὲ οὐρεῖται τοιαῦτα, <αὐτὸ> καθ' αὑτὸ μὲν ἄξιον ἐπισκέψεώς ἐστιν, εἰς δὲ τὸ προκείμενον οὐδὲν συντελεῖ. τὸ γὰρ οὐρεῖσθαι παχέα καὶ φαινόμενον σαφῶς καὶ πράγμασιν ὡμολογημένον. τὸ γάρ τοι πάχος τοῦτο συνιστάμενόν τε καὶ ἀθροιζόμενον, ὅταν ἅπαξ ποτὲ μὴ κατὰ τὸν προσήκοντα καιρὸν ἐκκριθὲν ἔνδον ἐπὶ πλέον μείνῃ, συστάσεώς τε καὶ πήξεως ἀρχὴν λαμβάνει. γενομένης δὲ τοιαύτης ἀρχῆς, ἑτοίμως λοιπόν, ὅσονπερ αὖθις εἰς τὴν κύστιν ἀφικνεῖται παχύ, προσπλάττεται τοῦτο καὶ γίνεται μείζων ὁ πωρώδης λίθος, ὥσπερ ἐκτὸς ἔν τε τοῖς αὐτοφυέσι θερμοῖς ὕδασιν ὁρᾶται συνιστάμενος ἔν τε τοῖς ἀγγείοις, ἐν οἷς ὕδωρ ὁσημέραι θερμαίνεται. τὸ τοίνυν πάχος τῶν οὔρων τὴν πρώτην τε καὶ μεγίστην αἰτίαν ἔχει τῆς τῶν λίθων γενέσεως. |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
