# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.44

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.44

ἡ δὲ θερμότης ἀρκεῖ καὶ σύμμετρος οὖσα πρὸς τὴν τῆς τοιαύτης ὕλης γένεσιν, ἀμέλει κἀν τοῖς θερμοῖς αὐτοφυέσιν ὕδασι, κἂν χλιαρώτερα τῶν συμμέτρων <ᾖ>, φαίνονται συνιστάμενοι πῶροι. διὰ τοῦτ' οὖν μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης προσθεῖναι τὸ ἆρα, διότι καὶ ἡ τοσαύτη θερμότης, ἣν ἔχει παιδία φύσει, συνεργεῖ τι πρὸς τὴν πῆξιν, οὐ μὴν αὐτή γε τὸ πλεῖστον, ἀλλ' ἡ τῆς ὕλης ποιότης, ἐξ ἧς ὁ λίθος γίνεται, τῆς συστάσεως αὐτῆς τὴν αἰτίαν ἔχει. διὰ τί οὖν προσέθηκε τὸ μετ' οὔρησιν καὶ οὐχ ἁπλῶς εἶπε τὸ σύναγμα παιδίοισιν; ὅτι περὶ τῶν ἐν τῇ κύστει λίθων τὸν λόγον ποιεῖται νῦν, οὐ τῶν ἐν τοῖς νεφροῖς. γίνεται δὲ ἡ σύστασις τῶν μὲν ἐν τῇ κύστει μετὰ τὴν οὔρησιν, τῶν δ' ἐν τοῖς νεφροῖς πρὸ τῆς οὐρήσεως. ἴσμεν δὲ τὰ μὲν παιδία τοὺς ἐν τῇ κύστει λίθους γεννῶντα, τοὺς παρακμάζοντας δὲ τοὺς ἐν <τοῖς> νεφροῖς. ὅπερ οὖν ὀλίγον ἔμπροσθεν ἔφην, ὅτι μὲν οὕτως ἔχει ταῦτα, μαρτυρεῖ τὸ φαινόμενον αὐτό. τίς δ' ἐστὶν ἡ αἰτία, κατὰ σχολὴν ἔξεστι ζητεῖν. ὥσθ' ἡ μὲν ἐξήγησις ἤδη πεπέρανται· τὴν δ' αἰτίαν |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
