Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.45
Not analysed yet
ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν, οὕτω καὶ νῦν ἐκ περιουσίας ἐρῶ, πρότερόν γε μεμψάμενος τοῖς εἰποῦσι διὰ τοῦτο γίνεσθαι τοῖς παιδίοις τοὺς λίθους, ὅτι στενόπορα διὰ μικρότητα τῶν ἀγγείων εἰσίν. ἐχρῆν γάρ, ὅσον ἐπὶ τούτῳ, τοὺς ἐν τοῖς νεφροῖς λίθους μᾶλλον γίνεσθαι τοῖς παιδίοις· στεναὶ γὰρ αἱ κατ' ἐκείνους διέξοδοι. τῆς κύστεως δ' ὁ τράχηλος εὐρύς ἐστιν εἰς τοσοῦτον τοῖς παιδίοις, ὡς πάσης ὕλης πάχος ἑτοίμως αὐτοῦ διεξέρχεσθαι. μή ποτ' οὖν οὐδὲ ἐπὶ τῶν προηκόντων κατὰ τὴν ἡλικίαν ἡ στενότης τῶν ἐν νεφροῖς πόρων αἰτία τῆς τῶν λίθων γενέσεώς ἐστιν, ἀλλὰ τό τε τῶν ἐνεργειῶν ἀσθενὲς καὶ τὸ τῶν παχέων χυμῶν ἀκατέργαστον. ἐπὶ μὲν γὰρ τῶν παιδίων, ἰσχυρῶν ἁπασῶν τῶν φυσικῶν ἐνεργειῶν οὐσῶν, κέχυταί τε καὶ διαλέλυται τὸ πάχος τῶν χυμῶν, ἐπὶ δὲ τῶν προηκόντων κατὰ τὴν ἡλικίαν συνῆκται. φαίνεται δὲ κἀπὶ τῶν ἐκτός, ὅσα παχέα φύσει διά τινων λεπτῶν διηθεῖν βουλόμεθα, τὰ μὲν ὑπὸ θερμασίας χυθέντα διεξερχόμενα ῥᾳδίως, τὰ δὲ ἄτηκτά τε καὶ ἄχυτα μὴ διεξιόντα. παραδείγματα δὲ τῶν |