# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.46

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.46

τοιούτων ὑλῶν πίττα καὶ ῥητίνη καὶ στέαρ καὶ κηρὸς καὶ μέλι. τῶν παίδων οὖν ἐχόντων πολὺ τὸ ἔμφυτον θερμὸν καὶ τὰς ἐνεργείας ἰσχυράς, τὸ πάχος τῆς ὕλης κεχυμένον εἰς τοὺς νεφροὺς ἀφικνεῖται καὶ διὰ τοῦτο διηθεῖται ῥᾳδίως εἰς τὴν κύστιν, οὐ μικρὸν οὐδὲ τῆς τῶν ἐνεργειῶν ῥώμης εἰς τὸ τάχος τῆς διεξόδου συντελούσης. ἅτε δὲ τῆς κύστεως οὔσης ψυχρᾶς, ὅτι τε νευρώδης ἐστὶ καὶ ὀλίγαιμος, ὅτι τε πλείστην εὐρυχωρίαν ἐντὸς ἑαυτῆς ἔχει, συνίσταται πάλιν ἐνταῦθα καὶ πήγνυται τὸ διεξελθὸν εἰς αὐτὴν πάχος, ὡς ἔμπροσθεν εἶπον, ἀρχὴν λαμβάνον τῆς τοιαύτης συστάσεως, ὅταν ἐπὶ πλέον ἐν τῇ κύστει χρονίζῃ. καὶ μὴν καὶ γλίσχρον εἰκὸς αὐτὸ μᾶλλον εἶναι τοῖς παιδίοις τῷ κατειργάσθαι μᾶλλον ὑπὸ τῆς ἐμφύτου θερμασίας· ὅσα γὰρ ὑπὸ τῆς θερμότητος ἀλλοιοῦται πεττόμενα προσλαμβάνει τινὰ τῷ χρόνῳ γλισχρότητα, κἂν ἐξ ἀρχῆς μηδεμίαν ἔχῃ, καὶ διὰ τοῦτο δὴ μᾶλλον ἑνοῦταί τε καὶ συνίσταται καὶ πήγνυται. τῶν γὰρ ἴσον ἐχόντων πάχος ἐπιτηδειότερον εἰς ἕνωσίν τε καὶ σύστασιν καὶ πῆξίν ἐστι τὸ γλισχρότερον. ἐπεὶ |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
