# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.49

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.49

Ὃν ἐξ ὀρειτυπίης παρὰ τὴν γέφυραν εἶδον ἐγὼ ῥιπτοῦντα τὰ σκέλεα, κνήμην ἑτέρην ἥκιστα ἐλεπτύνετο, μηροὺς δὲ κάρτα· οὖρα καὶ γονὴ οὐκ ἴσχετο. Ὀρειτύπους ὀνομάζουσιν οἱ Ἕλληνες τοὺς ὁτιοῦν ἐκ τῶν ὀρῶν εἰς τὴν πόλιν καταφέροντας, οἷον ξύλα καὶ λίθους ἤ τι τοιοῦτον. γεγραφότος δὲ τοῦ Ἱπποκράτους οὐχ ἁπλῶς οὕτως· "τὸν ὀρειτύπον ἐθεασάμην ῥιπτοῦντα τὰ σκέλη", προσθέντος δὲ τῷ λόγῳ τὴν "ἐξ" πρόθεσιν καὶ γράψαντος τὸ ἐξ ὀρειτυπίης, ἐμφαίνεταί πως ἐξ ἀρχῆς αὐτῆς τῆς κατὰ τὴν ὀρειτυπίαν ἐνεργείας πληγῆναι τὸν κατὰ τὴν ὀσφὺν νωτιαῖον ὁ ἄνθρωπος, ἀφ' οὗ πέφυκε τὰ κινοῦντα τὰ σκέλη νεῦρα. καὶ γάρ τοι τὸ παρὰ τὴν γέφυραν ἱκανὸν ἦν γεγράφθαι μόνον εἰς ἀνάμνησιν αὐτῷ τοῦ παθόντος, ὡς μηδὲν δεῖσθαι τῆς τέχνης. περιττὸν δὲ ἴσως ζητεῖν, ἐκ τίνος αἰτίας ἔπαθεν ὁ ἄνθρωπος ἐκεῖνος τὰ σκέλη, καθάπερ γε καὶ ὅ, τι δηλοῦται διὰ τοῦ φάναι σκέλεα ῥιπτοῦν|

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
