# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.5

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.5

ἐκδαπανηθῆναι παντά|πασιν αὐτόν, οὐδ' ἐπινοῆσαι δυνατὸν ἐν ζῶντι ζῴῳ γίνεσθαι παντὶ πρόδηλον. καὶ μὴν εἰ μὴ τοῦτο, λείποιτ' ἂν ἀκούειν ἀνάλωσιν ἐγκεφάλου τὴν μείωσιν, ἣν διὰ ξηρότητα γίνεσθαι τοῖς φαλακρουμένοις ἔφην, ὥστε τὰ τοῦ βρέγματος ὀστᾶ χαυνότερα καὶ ἁπαλώτερα τῶν ἄλλων ὄντα καὶ ἄνωθεν ἐπικείμενα γίνεσθαι ξηρὰ διὰ τὴν ἔνδειαν τοῦ ἐγκεφάλου μηκέτ' ἐξικνουμένου πρὸς αὐτὰ μηδ' ἅπτεσθαι δυναμένου. συνιζάνει τε γὰρ καὶ καταπίπτει ταπεινούμενος ἐπὶ τὴν ἑαυτοῦ βάσιν. ἀκόλουθον δ' ἐστὶ τῶν ὀστῶν τούτων ξηρανθέντων ξηραίνεσθαι καὶ τὸ περιτεταμένον αὐτοῖς δέρμα. καὶ φαίνεταί γε καὶ αὐτῇ τῇ αἰσθήσει πάνυ ξηρὸν ἐπὶ τῶν φαλακρῶν, ὡς μηδὲ δεῖσθαι ἀποδείξεως λογικῆς. ὅταν γε μὴν ἐπὶ πλέον τύχῃ ξηρανθεὶς ὁ ἐγκέφαλος, ὡς ἐπί τινων ἐν ἐσχάτῳ γήρᾳ συμβαίνει, καὶ τὰς τῶν νεύρων ἐκφύσεις ἀναγκαῖον ἀποξηραίνεσθαι τηνικαῦτα <καὶ> διὰ τοῦτο μήθ' ὁρᾶν ὁμοίως ἔτι μήτ' ἀκούειν μήτ' ἄλλο τι τῶν κατὰ τὰς αἰσθήσεις ἢ τὰς καθ' ὁρμὴν κινήσεις ἐρρωμένως ἐπιτελεῖν, ἀλλ' ἔκλυτα πάντα καὶ ἀμυδρὰ καὶ ἄρρωστα γίνε|

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
