# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.52

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.52

σφίγγεται τὸ στόμιον ἑκατέρου τῶν ὀργάνων. ὅτι μὲν οὖν οὐκ ἐπεσχέθη τῷ ὀρειτύπῳ τὰ οὖρα, λέλεκται κατὰ τὴν ῥῆσιν· εἰ δ' ἀπροαιρέτως ἢ κατὰ προαίρεσιν ἀπεκρίνετο, τοῦτ' οὐκέτι προσέθηκεν. εἰ μὲν οὖν σύγγραμμα πρὸς ἔκδοσιν ἦν τὸ βιβλίον, ἐκ τοῦ μὴ προσγεγράφθαι δῆλον ἦν, ὡς οὐδὲ ἐγένετο (πάντως γὰρ ἂν ἐδήλωσεν αὐτό). μὴ γεγραμμένου δ' οὕτως, ἀλλ', ὡς εἴρηται πολλάκις, ἐν ὑπογραφῇ[σιν] πρὸς ἀνάμνησιν ***. οὐδὲ γὰρ οὐδὲ περὶ τῶν διαχωρημάτων ἔγραψέ τι. καίτοι καὶ ταῦτα ἀναγκαῖόν ἐστιν ἢ οὐδ' ὅλως ἐπεσχῆσθαι, ἀλλὰ τοῖς οὔροις ὡσαύτως ἀκουσίως ἐκρεῖν ἢ κατὰ προαίρεσιν ἀποκρίνεσθαι. ἀλλ' εἰκὸς αὐτὸν εἰς ἀνάμνησιν ὧν εἶδεν ἀρκεσθῆναι τῷ περὶ τῶν οὔρων ῥηθέντι, τῆς γε τῶν ἀποπατημάτων κενώσεως ὡσαύτως τοῖς οὔροις γενομένης. εἰ μὲν <γὰρ> ἐναντίον τι περὶ τὴν ἑτέραν αὐτῶν ἐγεγόνει, πάντως ἂν ἐπεσημήνατο. τῶν δ' αὐτῶν αὐτοῖς ἀκολουθησάντων οὐκ ἦν ἀναγκαῖον ἀμφοτέρων μνημονεύειν. |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
