# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.54

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.54

εἴτε τις ἄλλη κτῆσις, εἴτε δύναμις εἴη τις, εἴτε χωρίον, εἴτε πίστις, εἴτε πρᾶξις, εἴτε αἴτιον, εἴθ' ὁτιοῦν ἁπλῶς ἄλλο. τινὲς δ' οἴονται τοὺς πρωτοπαθοῦντας τόπους ἄλλων ἀφορμὰς ὀνομάζειν αὐτὸν, ἀποδείκνυσθαί τε [καὶ] τοῦτό φασι διὰ τῆσδε τῆς ῥήσεως· "τὰς ἀφορμάς, ὁκόθεν ἤρξατο κάμνειν, σκεπτέον, εἴτε <κεφαλῆς ὀδύνη, εἴτε ὠτός, εἴτε πλευροῦ>." καὶ τοῦτο τὸ σημαινόμενόν <ἐστιν ἐν ἐκείνῳ περιεχόμενον>, ᾧ πρόσθεν εἶπον, ὄντι καθόλου πολλῶν τοιούτων κατὰ μέρος. οἱ μὲν γὰρ ῥήτορες, ὥσπερ γε καὶ οἱ ἱστορικοὶ καὶ οἱ φιλόσοφοι ἀφορμὰς τῶν ἀνθρώπων ἐνεργείας εἰρήκασιν, ὡς ἂν καὶ περὶ τούτων διαλεγόμενοι. μετενήνεκται δ' ὑφ' Ἱπποκράτους τοὔνομα, καθάπερ καὶ τὰ ἄλλα πολλὰ τῶν φυσικῶν ἐνεργειῶν τε καὶ παθῶν, ἐν οἷς ἅπασι κοινόν ἐστι τὸ "ὁκόθεν ἤρξατο γενέσθαι". νῦν μὲν γὰρ ἐπὶ τῆς εἰρημένης ῥήσεως ὁ Ἱπποκράτης "ὁκόθεν ἤρξατο κάμνειν" ἔφη, δύναται δὲ ὡσαύτως λέγεσθαι καὶ τὸ "ὁκόθεν ἤρξατο" πλωΐζεσθαι, πολεμεῖν, εἰρηνεύειν, μάχεσθαι, φιλεῖν ἀλλήλους, μισεῖν, τυραννεῖν καὶ πᾶν ὁτιοῦν ἄλλο τοιοῦτον. καὶ νῦν οὖν τὴν πρώτην ἀρχὴν τοῦ πτερυγώδη τινὰ γενέσθαι λελέ|

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
