# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.59

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.59

καίτοι γε τοῦτο πρῶτον αὐτὸ θαυμάσειεν ἄν τις, ὅπως ἐν τοῖς Ἀφο|ρισμοῖς, ἔνθα μάλιστα τὴν ἑαυτοῦ γνώμην ἐνδείκνυται, καὶ τὸν περὶ τοῦ ῥίγους λόγον ἔγραψεν ἀποφηνάμενος καθόλου, χωρὶς διορισμοῦ τοῦ νῦν ἐν τῇ προκειμένῃ ῥήσει διδασκομένου. φαίνεται γάρ, εἰ ταύτῃ τις προσέχει τὸν νοῦν, οὐ πάντα [μόνον] τὰ ῥίγη καθ' ἕνα τρόπον γίνεσθαι δοξάζων ἐν τῷ λέγειν· ἀφ' ὧν δὲ ἄλλων ῥιγέουσιν, οἷον ἑλκέων, ἄρχεται ἐκ τῶν ἀγγείων, πρὸς τῷ καὶ αὐτὸ τοῦτο ἐκ τῶν ἀγγείων ἄρχεσθαι φάναι τὸ ῥῖγος οὐκ ἔχειν ἀντιδιαίρεσιν τοῖς προειρημένοις. ἔνεστι γοῦν λέγειν, ὡς ἐκ τῶν ἀγγείων μὲν ἄρχεται τὰ ῥίγη πάντα, τουτέστι τῆς ἐν αὐτοῖς κακοχυμίας, ἀλλὰ φρίττει πρῶτον μὲν ὀσφὺς καὶ τὰ κατὰ νῶτον, ἔπειτα δὲ καὶ τὰ ἄλλα. διὰ τοῦτ' οὖν ἔνιοι μὲν μεταγράψαντες τὴν παλαιὰν γραφὴν οὕτως ἐτύπωσαν τὴν λέξιν· ἀφ' ὧν δὲ ἄλλων ῥιγέουσιν, ὡς ἑλκέων, ἄρχεται ἐκ τῶν ἀγγείων, ἵν' ὁ λόγος ᾖ τοιοῦτος· ὅσα μὲν ἄνευ τόπου πεπονθότος γίνεται ῥίγη, τὴν ἀρχὴν ἐξ ὀσφύος τε καὶ νώτου λαμβάνει, τὰ δ' ἄλλα τῶν πεπονθότων ἀφορμᾶται μορίων, ἅπερ δὴ καὶ αὐτοῦ τοῦ ῥίγους ἐστὶν ἡ αἰτία. τινὲς δ'

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
