Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.6
Not analysed yet
ται τὰ κατὰ ταύτας ὄργανα, δι' ὧν ἐπετέλουν τὸ πρότερον, ὅπερ εἰκὸς αὐτὸν ὠνομακέναι κατάτριψιν ὀργάνων ἐκ μεταφορᾶς τῶν τριβομένων ἱματίων καὶ σκευῶν χρησάμενον τῇ προσηγορίᾳ. καὶ γὰρ καὶ ταῦτα φαίνεται ξηρότερα σφῶν αὐτῶν γινόμενα μετὰ τὰς πολυχρονίους χρήσεις, ἡνίκα κατατετρῖφθαι λέγομεν αὐτά. τινὲς μέντοι τὸ κατὰ συζυγίαν ἀκούειν τῶν γεγραμμένων οὐκ ἐννοήσαντες ὅλως ἕκαστόν τε τῶν προειρημένων ἰδίᾳ προχειριζόμενοι συμβουλεύειν ἐν τῇ ῥήσει ταύτῃ τὸν Ἱπποκράτην φασὶ τὰς δυνάμεις αὐτῶν ἐπισκοπεῖσθαι, οἷον εὐθέως τὴν τοῦ δέρματος ἀραιότητα (πρώτη γὰρ αὕτη γέγραπται) γινώσκειν φασὶ προσήκειν τί δύναται, χάριν τοῦ καὶ ποιεῖν αὐτήν, ὁπότε χρείαν ἔχοιμεν, ἀναιρεῖν δ', ὁπότ' οὐκ εἴη χρεία. γέγραπται γοῦν, φασί, κἀν τῷ Περὶ τροφῆς· "ἀραιότης σώματος ἐς διαπνοήν, οἷς πλέον ἀφαιρεῖται, ὑγιεινότεροι, οἷς δ' ἔλαττον, νοσερώτεροι." ἀλλὰ τούτοις γε μάχεται τὸ μεταξὺ ***γεγράφθαι τὸ κοιλίης πυκνότης, ***τὸ δέρματος σύνδεσις, εἴπερ ἦν κατάλογος πραγμάτων εἰς γνῶσιν χρησίμων ἰατρῷ. καὶ μέντοι καὶ τὸ τούτων |