# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.64

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.64

[δὲ] τῶν ἐν τούτοις τοῖς βιβλίοις γεγραμμένων ἐστὶ χρήσιμα. τὸ δ' ἐφεξῆς εἰρημένον αὖθις <τὰς> ἀνομοιότητας τούτοισι τὴν ἀπὸ τῶν καθόλου καὶ κοινῶν καὶ ὁμοίων εἰς τὰς διαφορὰς τομὴν ἐνδείκνυται. δέδεικται δ' ἡμῖν καὶ τοῦτο κατὰ πάντα τὰ μέρη τῆς τέχνης ἐν μὲν τῷ Περὶ τῆς διαφορᾶς τῶν συμπτωμάτων ἐπὶ τῆς <τομῆς> τοῦ γενικοῦ συμπτώματος· οὕτως δὲ κἀν τοῖς Περὶ τῆς διαφορᾶς τῶν <πυρετῶν ἐπὶ τῆς τοῦ πυρετοῦ καὶ ἐν τοῖς Περὶ> σφυγμῶν <ἐπὶ> τῆς τοῦ σφυγμοῦ. ἀλλὰ καὶ κατὰ ταύτας τὰς διαφορὰς πάλιν ὁμοιότης ἐστὶ καὶ τέμνεταί γε πάλιν ἑκάστη διαφορά, καθάπερ ἐδιδάξαμεν, εἰς ἄλλας μερικωτέρας διαφορὰς, καὶ αὗται πάλιν ἔχουσιν ὁμοιότητάς τινας. διὰ τοῦτ' οὖν εἰπὼν αὖθις τὰς ἀνομοιότητας τούτοισιν ἐπήνεγκε καὶ εἰ ὅμοιαι ἀλλήλῃσιν [, ἵν' ἀκούσωμεν περισπασθέντος τοῦ κατὰ τί]. βούλεται γὰρ ἡμᾶς γινώσκειν τὰς <ἀν>ομοιότητας, αἵπερ εἰσὶ διαφοραί, κατὰ τί πάλιν ὅμοιαί εἰσιν ἀλλήλαις, ὡς ἐκ τῶν <ἀν>ομοιοτήτων ὁμοιότης γένηται μία. καὶ γὰρ αὐτὴ καθ' ἑαυτὴν ἑκάστη διαφορὰ κοινὴν ἔχει ὁμοιότητα καὶ πάσας αὐτὰς ἡ γενικὴ περιλαμ|

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
