# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.68

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.68

ἀκούειν τὸ "βρα|χίονα ὑφέντα" λελέχθαι περὶ τῆς ἀπ' ἀγκῶνος φλεβοτομίας. ἐγὼ δὲ τὴν μὲν τοιαύτην φλεβοτομίαν ὠφελοῦσαν ἱκανῶς οἶδα τὴν ἐκ ῥινὸς αἱμορραγίαν ἀμέτρως γινομένην, ἀντισπᾷ γὰρ αὐτὴν καὶ κωλύει γίνεσθαι. οὐ μὴν τήν γε τοῦ Ἱπποκράτους ῥῆσιν ὁρῶ τοῦτο δηλοῦσαν, ἀλλὰ τὸ βραχέα ὑφέντα λέγειν ἔοικεν, ὡς οἱ πλεῖστοι τῶν ἐξηγητῶν ἤκουσαν, ἐπὶ τοῦ συγχωρήσαντας βραχέα τῇ ῥύσει τοῦ αἵματος, οὕτως καὶ ἐπὶ τὸ παχύνειν αὐτὸ μεταβαίνειν. ἐπεὶ δ' οὐχ ἁπλῶς εἶπε παχῦναι, *** οὐ μεθ' ὑγρότητος, ἀλλὰ μετὰ ξηρότητος τὸ αἷμα, τινὲς [δὲ] παχῦναι ξηρῷ κατὰ δοτικὴν πτῶσιν γράψαντες ὑπακοῦσαί φασι χρῆναι "τῷ φαρμάκῳ". τοῦτο γὰρ κἀκ τῶν ἐπιφερομένων δηλοῦσθαι. τοῖς δ' <ἐξ>ηγουμένοις συμβουλὴν εἶναι περὶ τῶν συνεχῶς αἱμορραγούντων οὐκ ἐν νόσοις, ἀλλὰ [ἀν] ὀρθοστάδην ἐπὶ τῆς διαίτης ὁ λόγος ἀποφαίνεσθαι δοκεῖ, κελεύσαντος αὐτοῦ ἐκ τῶν παχυνόντων μετὰ ξηρότητος εὔχυμον τούτοις ἐργάζεσθαι, χόνδρον <δὲ>

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
