# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.78

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.78

Ὀλιγοσιτίη, ἄκοπον, ἄδιψον. Εἰρηκὼς καθόλου φυλάττεσθαι χρῆναι τὰς μεταβολὰς ἕν τι τῶν εἰς φυλακὴν διαφερόντων ἔγραψεν ἐφεξῆς εἰς ἀνάμνησιν ἑαυτῷ. κατὰ γὰρ τὰς ἀμφοτέρας μεταβολάς, τάς τε τοῦ περιέχοντος καὶ τὰς τῶν ἡμετέρων ἐπιτηδευμάτων τε καὶ τῆς ὅλης διαίτης, ὀλιγοσιτίην τε καὶ τὸ ἄδιψον καὶ τὸ ἄκοπον ἐν ἅπασιν οἷς πράττομεν ἔχειν <χρὴ> σκοπόν. οἱ δ' ἐξηγηταὶ τὴν ὀλιγοσιτίαν ἔφασαν ἄδιψόν τε καὶ ἄκοπον εἶναι. ψεῦδος δ' ἐστίν, ἐὰν ὡς καθόλου λέγηται. τοῖς μὲν <γὰρ> φλεγματώδεις ἔχουσι χυμοὺς ἢ χρηστὸν αἷμα πολὺ <καὶ> ἄκοπόν ἐστι καὶ ἄδιψον ἡ ὀλιγοσιτία, τοῖς δὲ χολώδεσιν ἢ ἐνδεέσιν οὔτε ἄκοπον οὔτε ἄδιψον, ὡς αὐτὸς ἐν τοῖς Περὶ διαίτης ὀξέων ἐδίδαξεν. ἔτι δὲ χεῖρον ὑπειλήφασιν οἱ γράψαντες "ἀσιτίη ἄκοπον, ἄδιψον". ἀλλ' οὗτοι μὲν ἐσχάτως |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
