# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.8

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.8

αὐτὴν ποιήσασθαι βουληθῶμεν, ἐπὶ τῶν ὑγιαινόντων δηλονότι (νοσοῦντα γὰρ οὐδεὶς δρόμοις καὶ πάλαις θεραπεύσει). κοινὸν γὰρ καὶ τούτων καὶ τῶν ἄλλων ἐστὶ τῶν ὁμοίων αὐτοῖς τὸ τῶν γυμνασίων γένος ἐκτεταμένον ἐπί τε δίσκων καὶ ἀκοντίων βολάς, ἅλματά τε καὶ ἁλτῆρας, ὁπλομαχίας τε καὶ πάντα τὰ κατὰ τὸν βίον ἔργα καὶ μάλισθ' ὅσα κατὰ γεωργίαν πονοῦσιν ἀροῦντές τε καὶ θερίζοντες καὶ σκάπτοντες. ἅπαντ' οὖν τὰ γυμνάσια καὶ τῶν σαρκῶν καὶ πιμελῶν καὶ χυμῶν πλῆθος μειοῖ. χρῆσθαι δ' ἐφ' ἑνὸς σώματος <πᾶσιν> αὐτοῖς ἀδύνατον, ἀλλὰ κατὰ τὰς ἕξεις καὶ κατὰ τὰς ἡλικίας καὶ τὴν δύναμιν <καὶ τὴν κρᾶσιν> καὶ τὸ ἔθος ἐξευρίσκειν ἑκάστῳ προσήκει τὸ ἐπιτήδειον γυμνάσιον, ὡς ἐν τοῖς Ὑγιεινοῖς ἐμάθετε. νυνὶ γὰρ ἐκ τῆς τῶν Ἱπποκράτους συγγραμμάτων ἐξηγήσεως οὐ τὰ τῆς ἰατρικῆς θεωρήματα μανθάνετε, προμεμαθηκότες ταῦτα κατὰ τάξιν ἐν ταῖς οἰκείαις πραγματείαις, ἐν αἷς ἁπάσαις τά τε δόγματα αὐτοῦ μετὰ ἀποδείξεως ἔγνωτε καὶ τὰ τοῖς δόγμασιν ἀκόλουθα κατὰ μέρος ἅπαντα.

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
