# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.82

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.82

τῇ πείρᾳ. τῆς <τοίνυν> γυναικός, ἧς ἐμνημόνευσα, τῇ μὲν πρώτῃ τῶν ἡμερῶν ἀφεῖλον τοῦ αἵματος ὡς μίαν καὶ ἡμίσειαν λίτραν, αὖθις δὲ τῇ δευτέρᾳ μίαν, τῇ τρίτῃ δ' οὐ πολλῷ πλέον ἡμίσεος μιᾶς λίτρας, οὐγκίαι γὰρ ἦσαν ὀκτώ. σοφιστὴς μὲν οὖν ταῦτα ἀναγνοὺς ζητεῖν ἄρξεται, τίς τῶν Ἑλλήνων ὠνόμασε λίτρας ἢ τίς οὐγκίας· ἰατρὸς δ' ἐπιθυμήσει γνῶναι, τίνα σημεῖα καὶ ἄλλα τὴν φλεβοτομίαν ἐνεδείκνυτο παρὰ τὴν ἐπίσχεσιν τῶν καταμηνίων. ἐκεῖνα τοίνυν ἐρῶ κἀγώ, τοῖς σοφισταῖς οἰμώζειν εἰπών, ὡς αἱ φλέβες ἐξεῖχον αὐτῆς αἵματος μεσταὶ φαινόμεναι πελιδνοῦ τῇ χρόᾳ, διαιρεθέντος δὲ τοῦ ἀγγείου παραπλήσιον ἦν ὑγρᾷ πίττῃ <καὶ τῇ χρόᾳ> καὶ τῷ πάχει. δι' αὐτό γε τοῦτο πολὺ μᾶλλον ἔδοξε κενωτέον εἶναι δαψιλῶς. ταῦτα μὲν ἐν παρέργῳ παρ' ἡμῶν εἴρηται τοῖς ἰατρεύειν ὀρθῶς βουλομένοις. ἐπὶ δὲ τὸ προκείμενον αὖθις ἀφικόμενος οὐκ ὀρθῶς φήσω τοὺς ἐξηγητὰς ἁπλῶς ἀποφήνασθαι τὸν λεπτυσμὸν τοῦ σώματος ἐπὶ κενώσει γίνεσθαι. διορισμοὺς γὰρ ἐχρῆν εἰπεῖν, ὡς ὁ μὲν λεπτυσμὸς ὅλου τοῦ ὄγκου καθαίρεσίς τίς ἐστι καὶ σύμπτω|

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
