Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.83
Not analysed yet
σις ἢ συνίζησις ἢ ὅπως ἂν ἐθέλωσιν αὐτὸν καλεῖν, ὁ δὲ παχυσμὸς ἔμπαλιν εἰς ὄγκον ἐπίδοσις. ἐνίοτε μὲν οὖν ἀρρωστούσης τε τῆς ἐν τῷ σαρκώδει γένει δυνάμεως αἵματός τε μοχθηροῦ περιεχομένου κατά τε τὰς ἀρτηρίας καὶ τὰς φλέβας ὁ λεπτυσμὸς γίνεται, πολλάκις δ' ἐπὶ τοῖς ἐναντίοις ὁ παχυσμός, ὡς ἐν μὲν τοῖς ἀγγείοις ὀλίγον εἶναι τὸ αἷμα δαπανώμενον εἰς τὴν θρέψιν τῶν σαρκῶν, εὐτροφεῖν δ' ἐκείνας καὶ δι' αὐτὰς τὸν ὅλον ὄγκον τοῦ σώματος. ἴσασι δὲ [καὶ] τοῦτο καὶ οἱ ἀνδραποδοκάπηλοι πάντες, ὡς περιτείνεται τὸ δέρμα τοῖς σαρκώδεσι μέρεσι καὶ φύσεις γέ τινας σωμάτων γνωρίζουσι μὴ δυναμένας εἰς ὄγκον ἐπιδοῦναι τῇ περιτάσει τοῦ δέρματος. ἀνατείναντες γὰρ αὐτὸ τοῖς δακτύλοις ἄκροις σκοποῦσιν, ἐπὶ πόσον ἀφίσταται τῆς ὑποκειμένης σαρκὸς ἀναθρέψειν τε τοσοῦτον ἐλπίζουσιν ἕκαστον τῶν ἰσχνῶν σωμάτων, ὅσον ἂν ἐνδιδῷ τὸ δέρμα, τὸ μὲν γὰρ χαλαρὸν ἐπὶ τοῖς λελεπτυσμένοις, τὸ δὲ τεταμένον ἐπὶ τοῖς παχυνθεῖσι φαίνεται γινόμενον. οἱ μὲν οὖν λεπτυσμοὶ διὰ πολλὰς αἰτίας συμβαίνουσι. καὶ γὰρ ἔνδεια τρο|