# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.84

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.84

φῆς καὶ γυμνάσια πλείω καὶ ἀγρυπνία καὶ φροντίδες, ἀλγήματά τε καὶ νόσοι συντηκτικαὶ καὶ διαφορητικαὶ καὶ κένωσις πολλὴ διὰ γαστρὸς ἢ ἐμέτων ἢ ἱδρώτων ἢ αἱμορραγιῶν αἴτια γίνονται λεπτυσμῶν. τῆς δ' ἀναθρέψεως εἷς τρόπος ἡ συμμετρία πάντων ὧν ὑγιαίνοντες δεόμεθα. ταῦτα δ' ἐστίν, ὡς αὐτὸς ἐν τοῖς ἐφεξῆς ἐρεῖ, "πόνοι, <σιτία,> ποτά, <ὕπνος,> ἀφροδίσια". πολλῶν οὖν ὄντων τῶν τρόπων καθ' οὓς λεπτύνεται τὸ σῶμα κοινὸν ἁπάντων ἐστὶ πρῶτον μὲν χαλᾶσθαι τὸ δέρμα, μετὰ ταῦτα δὲ περιτείνεσθαι, μένοντος δηλονότι τοῦ λεπτυσμοῦ καὶ μὴ διαδεχομένης αὐτὸν <τῆς ἀναθρέψεως. εἰ δ' αὖθις ἡ> ἀνάθρεψις γένοιτο, τοὐναντίον συμβήσεται, ταθήσεται γὰρ τὸ δέρμα. τὰς δ' αἰτίας τούτων ἤδη μὲν ἠκούσατε πολλάκις, εἰρήσονται δὲ καὶ νῦν ἐν κεφαλαίοις, ἀναμνησθέντων γ' ὑμῶν ἃ πολλάκις ἐπί τε τῶν ἀσκῶν καὶ τῶν κύστεων ἑωράκατε. πληρουμένης μὲν γὰρ τῆς ἔνδον χώρας περιτείνεται τὸ δέρμα, κενουμένης δὲ χαλᾶται. τὸν αὐτὸν οὖν τρόπον ἐπί τε τῶν ζῴων εὐτροφούντων μὲν ὁρᾶτε τεινόμενον τὸ δέρμα, χαλαρὸν δὲ ἐπὶ τῶν λεπτυνομένων γινόμενον. ὡς γὰρ τὸ ἐγχεό|

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
