# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.85

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.85

μενον ὑγρὸν εἰς τοὺς ἀσκοὺς ἐκτείνει τοὺς χιτῶνας αὐτῶν, οὕτως αἱ σάρκες πολλαὶ γινόμεναι τὸ ἡμέτερον δέρμα περιτείνουσιν ἑαυταῖς. καὶ θεάσασθαι σαφῶς ἔστι τοὺς μὲν παχεῖς τεταμένον οὕτως ἔχοντας τὸ δέρμα πάντας, ὡς μὴ δύνασθαί τινα λαβόμενον αὐτοῦ μηδ' ἐπὶ βραχὺ τῶν ὑποκειμένων ἀποστῆσαι σαρκῶν, τοὺς δ' ἰσχνοὺς οὕτως χαλαρόν, ὥστ' ἐπὶ πλεῖστον ἀνατείνας τις αὐτὸ διεκβάλλειν δύναται βελόνην ἄνευ τοῦ τρῶσαί τι τῶν ὑποκειμένων. ἄχρι μὲν δὴ τοῦδε σχεδὸν ἅπαντες ὀρθῶς ἤκουσαν τῆς λέξεως, ἐταράχθησαν δὲ ἐκ τοῦ προσκειμένου τῷ πᾶς λεπτυσμὸς <τοῦ τε> χαλᾷ τὸ δέρμα <καὶ τοῦ ἔπειτα περιτείνεται. καὶ γὰρ εἴπερ αὕτη ἡ αἰτία χαλᾷ τὸ δέρμα,> τοὐναντίον οὐκ ἂν ἐπ' αὐτῇ γίνεσθαί φασιν. διό τινες ἐπὶ τῆς ἀναθρέψεως εἰρῆσθαι τὸ ἔπειτα περιτείνεται νομίζουσι, μὴ συνορῶντες ἐναντιούμενον αὐτοῖς τὸ ἐπιφερόμενον, ἔνθα φησὶν ἀνάθρεψις τἀναντία. γενήσεται γάρ, ἐὰν ἕπηταί τις αὐτῶν τῇ κατὰ τὴν ἐξήγησιν γνώμῃ, τοιοῦτος ὁ νοῦς τῆς ῥήσεως· "ἅπας λεπτυσμὸς χαλᾷ τὸ δέρμα. περιτείνεται δ' ἔμπαλιν ἀνατρεφομένων, ἀνάθρεψις δὲ τἀναντία πέφυκε ποιεῖν." ἀλλὰ πρῶτον μὲν οὐκ "ἐναντία" τὴν ἀνάθρεψιν <ποιεῖν> εἰκὸς |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
