# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.86

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.86

ἦν εἰπεῖν αὐτόν, ἀλλ' "ἐναντίον". ἑνὸς γὰρ ἐπὶ τοῦ λεπτυσμοῦ λελεγμένου, καὶ τὴν ἀνάθρεψιν ἑνὸς ἐναντίον εὔλογόν ἐστιν εἰπεῖν. εἴπερ οὖν ὁ λεπτυσμὸς χαλᾷ τὸ δέρμα, περιτείνειν δεήσει τὴν ἀνάθρεψιν. ἔπειτα δ' ἐφεξῆς ταύτην εἰρηκὼς φαίνεται, ὄντος ἑτοιμοτέρου τε καὶ σαφεστέρου καὶ συντομωτέρου τοῦ τοιούτου λόγου· πᾶς λεπτυσμὸς χαλᾷ τὸ δέρμα, ἀνάθρεψις δὲ περιτείνει. τί ποτ' οὖν ἐστι τὸ δηλούμενον ὑπὸ τῆς λέξεως, ἐν ᾗ φησιν· ἔπειτα περιτείνεται; οὐδὲν ἄλλο παρὰ τὸ σαφῶς ὑπὸ πάντων νοούμενον, ὅτι χαλᾶται μὲν πρῶτον ἐν τοῖς λεπτυσμοῖς τὸ δέρμα, <ἔπειτα περι>τείνεται διαμένοντος τοῦ λεπτυσμοῦ δηλονότι καὶ μὴ μεταπεσόντος εἰς ἀνάθρεψιν. ἐπὶ δὲ τῆς ἀναθρέψεως ἔμπαλιν ἐν ἀρχῇ μὲν περιτείνεται τὸ δέρμα, τῷ χρόνῳ δὲ χαλαρώτερον γίνεται. ταῦτα δ', εἴπερ ἐπιμελῶς οὕτως προσεσχήκεσαν τὸν νοῦν τοῖς φαινομένοις, ὡς Ἱπποκράτης, ἑώρων ἂν τὰ γινόμενα. πρῶτον οὖν ἀναμνήσας ὑμᾶς ὧν ἐναργῶς ἐθεάσασθε μετὰ [δὲ] ταῦτα καὶ τῶν φαινομένων τὰς αἰτίας ἐρῶ. γινέσθω τοίνυν ἀνάμνησις τῶν μαρανθέντων ἐν νόσοις καὶ μάλιστα |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
