# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.9

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.9

βουληθέντες δὲ τῶν εἰρημένων παρ' αὐτοῦ τὴν ἱστορίαν | προσκτήσασθαι, ταῦτα ἠξιώσατέ με τὰ ὑπομνήμαθ' ὑμῖν ποιήσασθαι, καίτοι μὴ προῃρημένον. αἱ γὰρ ἀσαφεῖς λέξεις ἐπιστημονικὴν ἐξήγησιν οὐ προσίενται. νῦν γοῦν εὐθέως ἐφεξῆς γεγραμμένου τοῦ ἡσυχίῃσιν οὐκ ἔστι γνῶναι σαφῶς ὅ<τι> βούλεται δηλῶσαι διὰ τῆς φωνῆς ταύτης ὁ Ἱπποκράτης. στοχάζεσθαι δὲ χρή, καθάπερ ἐν ταῖς ἄλλαις [ταῖς] ἀσαφέσι λέξεσιν, οὕτως κἀν ταύτῃ <τοῦ> τὸ μέν τι τῷδε φαίνεσθαι πιθανώτερον εἶναι, τὸ δὲ τῷδε. καὶ γὰρ καὶ πέφηνε, καὶ ἄλλος ἄλλως ἐξηγεῖται τὴν ἡσυχίαν. ἐγχωρεῖ γοῦν ἐπί τε τῶν μεταξὺ διαναπαύσεων ἐν τοῖς γυμνασίοις εἰρῆσθαι, καθάπερ ἐν Ἀφορισμοῖς εἶπεν· "ὁκόταν ἄρξηται πονέειν, τὸ διαναπαύειν εὐθὺς ἄκοπον", ἐγχωρεῖ δὲ κἀπὶ τῶν <ἐν> ταῖς [τοῦ] ὅλαις ἡμέραις ἐσομένων ἡσυχιῶν ἐν ταῖς μεταξὺ λελέχθαι. δύναται δὲ καὶ τελείαν ἡσυχίαν ἐπί τινων σωμάτων συμβουλεύειν. εἰ γὰρ οὕτως αὐτὸς εἶπε· "κίνησις κρατύνει, ἀργίη τήκει", δύναιτ' ἄν ποτε καὶ βίος ἀργὸς λεπτῦναι τὸ σῶμα. καὶ γὰρ τεθεάμεθά τισιν οὕτως συμβῆναι ἐκ μεταστάσεως εἰς ἀργίαν τῶν γυμνασίων. ἀλλὰ διορισμῶν ἀκριβῶν ἐστι |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
